Πρὸς Τίτον

3
Ὑπομίμνῃσκεa αὐτοὺς ⸀ἀρχαῖς ἐξουσίαις ὑποτάσσεσθαιb πειθαρχεῖν,c πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμουςd εἶναι,e
2μηδένα βλασφημεῖν,a ἀμάχουςb εἶναι,c ἐπιεικεῖς,d πᾶσαν ἐνδεικνυμένουςe πραΰτηταf πρὸς πάντας ἀνθρώπους.
3ἦμενa γάρ ποτε καὶ ἡμεῖς ἀνόητοι,b ἀπειθεῖς,c πλανώμενοι,d δουλεύοντεςe ἐπιθυμίαις καὶ ἡδοναῖςf ποικίλαις,g ἐν κακίᾳh καὶ φθόνῳi διάγοντες,j στυγητοί,k μισοῦντεςl ἀλλήλους.
4ὅτε δὲ χρηστότηςa καὶ φιλανθρωπίαb ἐπεφάνηc τοῦ σωτῆροςd ἡμῶν θεοῦ,
5οὐκ ἐξ ἔργων τῶν ἐν δικαιοσύνῃ ⸀ἃ ἐποιήσαμενa ἡμεῖς ἀλλὰ κατὰ ⸂τὸ αὐτοῦ ἔλεος⸃b ἔσωσενc ἡμᾶς διὰ λουτροῦd παλιγγενεσίαςe καὶ ἀνακαινώσεωςf πνεύματος ἁγίου,
6οὗ ἐξέχεενa ἐφ’ ἡμᾶς πλουσίωςb διὰ Ἰησοῦ Χριστοῦ τοῦ σωτῆροςc ἡμῶν,
7ἵνα δικαιωθέντεςa τῇ ἐκείνου χάριτι κληρονόμοιb ⸀γενηθῶμενc κατ’ ἐλπίδα ζωῆς αἰωνίου.
8Πιστὸς λόγος, καὶ περὶ τούτων βούλομαίa σε διαβεβαιοῦσθαι,b ἵνα φροντίζωσινc καλῶν ἔργων προΐστασθαιd οἱ πεπιστευκότεςe θεῷ. ταῦτά ⸀ἐστινf καλὰ καὶ ὠφέλιμαg τοῖς ἀνθρώποις·
9μωρὰςa δὲ ζητήσειςb καὶ γενεαλογίαςc καὶ ⸀ἔρειςd καὶ μάχαςe νομικὰςf περιΐστασο,g εἰσὶνh γὰρ ἀνωφελεῖςi καὶ μάταιοι.j
10αἱρετικὸνa ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίανb παραιτοῦ,c
11εἰδὼςa ὅτι ἐξέστραπταιb τοιοῦτος καὶ ἁμαρτάνει,c ὢνd αὐτοκατάκριτος.e
12Ὅταν πέμψωa Ἀρτεμᾶνb πρὸς σὲ Τυχικόν,c σπούδασονd ἐλθεῖνe πρός με εἰς Νικόπολιν,f ἐκεῖ γὰρ κέκρικαg παραχειμάσαι.h
13ζηνᾶνa τὸν νομικὸνb καὶ ⸀Ἀπολλῶνc σπουδαίωςd πρόπεμψον,e ἵνα μηδὲν αὐτοῖς λείπῃ.f
14μανθανέτωσανa δὲ καὶ οἱ ἡμέτεροιb καλῶν ἔργων προΐστασθαιc εἰς τὰς ἀναγκαίαςd χρείας, ἵνα μὴ ὦσινe ἄκαρποι.f
15Ἀσπάζονταίa σε οἱ μετ’ ἐμοῦ πάντες. ἄσπασαιb τοὺς φιλοῦνταςc ἡμᾶς ἐν πίστει. χάρις μετὰ πάντων ⸀ὑμῶν.