Πρὸς Τίτον

2
Σὺ δὲ λάλειa πρέπειb τῇ ὑγιαινούσῃc διδασκαλίᾳ.d
2πρεσβύταςa νηφαλίουςb εἶναι,c σεμνούς,d σώφρονας,e ὑγιαίνονταςf τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ.
3Πρεσβύτιδαςa ὡσαύτωςb ἐν καταστήματιc ἱεροπρεπεῖς,d μὴ διαβόλους ⸀μηδὲ οἴνῳ πολλῷ δεδουλωμένας,e καλοδιδασκάλους,f
4ἵνα ⸀σωφρονίζωσιa τὰς νέαςb φιλάνδρουςc εἶναι,d φιλοτέκνους,e
5σώφρονας,a ἁγνάς,b ⸀οἰκουργούς,c ἀγαθάς, ὑποτασσομέναςd τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ λόγος τοῦ θεοῦ βλασφημῆται.e
6Τοὺς νεωτέρουςa ὡσαύτωςb παρακάλειc σωφρονεῖν·d
7περὶ πάντα σεαυτὸν παρεχόμενοςa τύπονb καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳc ⸀ἀφθορίαν,d ⸀σεμνότητα,e
8λόγον ὑγιῆa ἀκατάγνωστον,b ἵνα ἐξ ἐναντίαςc ἐντραπῇd μηδὲν ἔχωνe ⸂λέγεινf περὶ ἡμῶν⸃ φαῦλον.g
9Δούλους ἰδίοις δεσπόταιςa ὑποτάσσεσθαιb ἐν πᾶσιν, εὐαρέστουςc εἶναι,d μὴ ἀντιλέγοντας,e
10μὴ νοσφιζομένους,a ἀλλὰ ⸂πᾶσαν πίστιν⸃ ἐνδεικνυμένουςb ἀγαθήν, ἵνα τὴν διδασκαλίανc ⸀τὴν τοῦ σωτῆροςd ἡμῶν θεοῦ κοσμῶσινe ἐν πᾶσιν.
11Ἐπεφάνηa γὰρ χάρις τοῦ ⸀θεοῦ σωτήριοςb πᾶσιν ἀνθρώποις
12παιδεύουσαa ἡμᾶς, ἵνα ἀρνησάμενοιb τὴν ἀσέβειανc καὶ τὰς κοσμικὰςd ἐπιθυμίας σωφρόνωςe καὶ δικαίωςf καὶ εὐσεβῶςg ζήσωμενh ἐν τῷ νῦν αἰῶνι,
13προσδεχόμενοιa τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειανb τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆροςc ἡμῶν ⸂Ἰησοῦ Χριστοῦ⸃,
14ὃς ἔδωκενa ἑαυτὸν ὑπὲρ ἡμῶν ἵνα λυτρώσηταιb ἡμᾶς ἀπὸ πάσης ἀνομίαςc καὶ καθαρίσῃd ἑαυτῷ λαὸν περιούσιον,e ζηλωτὴνf καλῶν ἔργων.
15Ταῦτα λάλειa καὶ παρακάλειb καὶ ἔλεγχεc μετὰ πάσης ἐπιταγῆς·d μηδείς σου περιφρονείτω.e