Πρὸς Τίτον

1
Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶνa θεοῦ καὶ ἐπίγνωσινb ἀληθείας τῆς κατ’ εὐσέβειανc
2ἐπ’ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατοa ἀψευδὴςb θεὸς πρὸ χρόνων αἰωνίων
3ἐφανέρωσενa δὲ καιροῖς ἰδίοις, τὸν λόγον αὐτοῦ ἐν κηρύγματιb ἐπιστεύθηνc ἐγὼ κατ’ ἐπιταγὴνd τοῦ σωτῆροςe ἡμῶν θεοῦ,
4Τίτῳa γνησίῳb τέκνῳ κατὰ κοινὴνc πίστιν· χάρις ⸀καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ ⸂Χριστοῦ Ἰησοῦ⸃ τοῦ σωτῆροςd ἡμῶν.
5Τούτου χάρινa ⸀ἀπέλιπόνb σε ἐν Κρήτῃc ἵνα τὰ λείπονταd ἐπιδιορθώσῃ,e καὶ καταστήσῃςf κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,g
6εἴ τίς ἐστινa ἀνέγκλητος,b μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχωνc πιστά, μὴ ἐν κατηγορίᾳd ἀσωτίαςe ἀνυπότακτα.f
7δεῖa γὰρ τὸν ἐπίσκοπονb ἀνέγκλητονc εἶναιd ὡς θεοῦ οἰκονόμον,e μὴ αὐθάδη,f μὴ ὀργίλον,g μὴ πάροινον,h μὴ πλήκτην,i μὴ αἰσχροκερδῆ,j
8ἀλλὰ φιλόξενον,a φιλάγαθον,b σώφρονα,c δίκαιον, ὅσιον,d ἐγκρατῆ,e
9ἀντεχόμενονa τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς b καὶ παρακαλεῖνc ἐν τῇ διδασκαλίᾳd τῇ ὑγιαινούσῃe καὶ τοὺς ἀντιλέγονταςf ἐλέγχειν.g
10Εἰσὶνa γὰρ πολλοὶ ⸀καὶ ἀνυπότακτοι,b ματαιολόγοιc καὶ φρεναπάται,d μάλισταe οἱ ἐκ ⸀τῆς περιτομῆς,
11οὓς δεῖa ἐπιστομίζειν,b οἵτινες ὅλους οἴκους ἀνατρέπουσινc διδάσκοντεςd μὴ δεῖe αἰσχροῦf κέρδουςg χάριν.h
12εἶπένa τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτεςb ἀεὶc ψεῦσται,d κακὰ θηρία, γαστέρεςe ἀργαί·f
13 μαρτυρία αὕτη ἐστὶνa ἀληθής.b δι’ ἣν αἰτίανc ἔλεγχεd αὐτοὺς ἀποτόμως,e ἵνα ὑγιαίνωσινf ἐν τῇ πίστει,
14μὴ προσέχοντεςa Ἰουδαϊκοῖςb μύθοιςc καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένωνd τὴν ἀλήθειαν.
15⸀πάντα καθαρὰa τοῖς καθαροῖς·b τοῖς δὲ μεμιαμμένοιςc καὶ ἀπίστοιςd οὐδὲν καθαρόν,e ἀλλὰ μεμίανταιf αὐτῶν καὶ νοῦςg καὶ συνείδησις.
16θεὸν ὁμολογοῦσινa εἰδέναι,b τοῖς δὲ ἔργοις ἀρνοῦνται,c βδελυκτοὶd ὄντεςe καὶ ἀπειθεῖςf καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.g