Πρὸς Ῥωμαίους

8
Οὐδὲν ἄρα νῦν κατάκριμαa τοῖς ἐν Χριστῷ ⸀Ἰησοῦ·
2 γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσένa ⸀σε ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου.
3τὸ γὰρ ἀδύνατονa τοῦ νόμου, ἐν ἠσθένειb διὰ τῆς σαρκός, θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψαςc ἐν ὁμοιώματιd σαρκὸς ἁμαρτίας καὶ περὶ ἁμαρτίας κατέκρινεe τὴν ἁμαρτίαν ἐν τῇ σαρκί,
4ἵνα τὸ δικαίωμαa τοῦ νόμου πληρωθῇb ἐν ἡμῖν τοῖς μὴ κατὰ σάρκα περιπατοῦσινc ἀλλὰ κατὰ πνεῦμα·
5οἱ γὰρ κατὰ σάρκα ὄντεςa τὰ τῆς σαρκὸς φρονοῦσιν,b οἱ δὲ κατὰ πνεῦμα τὰ τοῦ πνεύματος.
6τὸ γὰρ φρόνημαa τῆς σαρκὸς θάνατος, τὸ δὲ φρόνημαb τοῦ πνεύματος ζωὴ καὶ εἰρήνη·
7διότιa τὸ φρόνημαb τῆς σαρκὸς ἔχθραc εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται,d οὐδὲ γὰρ δύναται·e
8οἱ δὲ ἐν σαρκὶ ὄντεςa θεῷ ἀρέσαιb οὐ δύνανται.c
9Ὑμεῖς δὲ οὐκ ἐστὲa ἐν σαρκὶ ἀλλὰ ἐν πνεύματι, εἴπερb πνεῦμα θεοῦ οἰκεῖc ἐν ὑμῖν. εἰ δέ τις πνεῦμα Χριστοῦ οὐκ ἔχει,d οὗτος οὐκ ἔστινe αὐτοῦ.
10εἰ δὲ Χριστὸς ἐν ὑμῖν, τὸ μὲν σῶμα νεκρὸν διὰ ἁμαρτίαν, τὸ δὲ πνεῦμα ζωὴ διὰ δικαιοσύνην.
11εἰ δὲ τὸ πνεῦμα τοῦ ἐγείραντοςa ⸀τὸν Ἰησοῦν ἐκ νεκρῶν οἰκεῖb ἐν ὑμῖν, ἐγείραςc ⸂ἐκ νεκρῶν Χριστὸν Ἰησοῦν⸃ ζῳοποιήσειd καὶ τὰ θνητὰe σώματα ὑμῶν διὰ ⸂τὸ ἐνοικοῦνf αὐτοῦ πνεῦμα⸃ ἐν ὑμῖν.
12Ἄρα οὖν, ἀδελφοί, ὀφειλέταιa ἐσμέν,b οὐ τῇ σαρκὶ τοῦ κατὰ σάρκα ζῆν,c
13εἰ γὰρ κατὰ σάρκα ζῆτεa μέλλετεb ἀποθνῄσκειν,c εἰ δὲ πνεύματι τὰς πράξειςd τοῦ σώματος θανατοῦτε,e ζήσεσθε.f
14ὅσοι γὰρ πνεύματι θεοῦ ἄγονται,a οὗτοι ⸂υἱοί εἰσινb θεοῦ⸃.
15οὐ γὰρ ἐλάβετεa πνεῦμα δουλείαςb πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετεc πνεῦμα υἱοθεσίαςd ἐν κράζομεν·e Αββαf πατήρ·
16αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖa τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲνb τέκνα θεοῦ.
17εἰ δὲ τέκνα, καὶ κληρονόμοι·a κληρονόμοιb μὲν θεοῦ, συγκληρονόμοιc δὲ Χριστοῦ, εἴπερd συμπάσχομενe ἵνα καὶ συνδοξασθῶμεν.f
18Λογίζομαιa γὰρ ὅτι οὐκ ἄξια τὰ παθήματαb τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσανc δόξαν ἀποκαλυφθῆναιd εἰς ἡμᾶς.
19 γὰρ ἀποκαραδοκίαa τῆς κτίσεωςb τὴν ἀποκάλυψινc τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται·d
20τῇ γὰρ ματαιότητιa κτίσιςb ὑπετάγη,c οὐχ ἑκοῦσαd ἀλλὰ διὰ τὸν ὑποτάξαντα,e ⸀ἐφ’ ἑλπίδι
21ὅτι καὶ αὐτὴ κτίσιςa ἐλευθερωθήσεταιb ἀπὸ τῆς δουλείαςc τῆς φθορᾶςd εἰς τὴν ἐλευθερίανe τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ.
22οἴδαμενa γὰρ ὅτι πᾶσα κτίσιςb συστενάζειc καὶ συνωδίνειd ἄχρι τοῦ νῦν·
23οὐ μόνον δέ, ἀλλὰ ⸂καὶ αὐτοὶ⸃ τὴν ἀπαρχὴνa τοῦ πνεύματος ἔχοντεςb ⸂ἡμεῖς καὶ⸃ αὐτοὶ ἐν ἑαυτοῖς στενάζομεν,c υἱοθεσίανd ἀπεκδεχόμενοιe τὴν ἀπολύτρωσινf τοῦ σώματος ἡμῶν.
24τῇ γὰρ ἐλπίδι ἐσώθημεν·a ἐλπὶς δὲ βλεπομένηb οὐκ ἔστινc ἐλπίς, γὰρ βλέπειd ⸀τίς ἐλπίζει;e
25εἰ δὲ οὐ βλέπομενa ἐλπίζομεν,b δι’ ὑπομονῆς ἀπεκδεχόμεθα.c
26Ὡσαύτωςa δὲ καὶ τὸ πνεῦμα συναντιλαμβάνεταιb ⸂τῇ ἀσθενείᾳ⸃c ἡμῶν· τὸ γὰρ τί ⸀προσευξώμεθαd καθὸe δεῖf οὐκ οἴδαμεν,g ἀλλὰ αὐτὸ τὸ πνεῦμα ⸀ὑπερεντυγχάνειh στεναγμοῖςi ἀλαλήτοις,j
27 δὲ ἐραυνῶνa τὰς καρδίας οἶδενb τί τὸ φρόνημαc τοῦ πνεύματος, ὅτι κατὰ θεὸν ἐντυγχάνειd ὑπὲρ ἁγίων.
28Οἴδαμενa δὲ ὅτι τοῖς ἀγαπῶσιb τὸν θεὸν πάντα ⸀συνεργεῖc εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσινd κλητοῖςe οὖσιν.f
29ὅτι οὓς προέγνω,a καὶ προώρισενb συμμόρφουςc τῆς εἰκόνοςd τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναιe αὐτὸν πρωτότοκονf ἐν πολλοῖς ἀδελφοῖς·
30οὓς δὲ προώρισεν,a τούτους καὶ ἐκάλεσεν·b καὶ οὓς ἐκάλεσεν,c τούτους καὶ ἐδικαίωσεν·d οὓς δὲ ἐδικαίωσεν,e τούτους καὶ ἐδόξασεν.f
31Τί οὖν ἐροῦμενa πρὸς ταῦτα; εἰ θεὸς ὑπὲρ ἡμῶν, τίς καθ’ ἡμῶν;
32ὅς γεa τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο,b ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκενc αὐτόν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται;d
33τίς ἐγκαλέσειa κατὰ ἐκλεκτῶνb θεοῦ; θεὸς δικαιῶν·c
34τίς ⸀κατακρινῶν;a ⸀Χριστὸς ἀποθανών,b μᾶλλον ⸀δὲ ⸀ἐγερθείς,c ὅς ⸀καί ἐστινd ἐν δεξιᾷ τοῦ θεοῦ, ὃς καὶ ἐντυγχάνειe ὑπὲρ ἡμῶν·
35τίς ἡμᾶς χωρίσειa ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις στενοχωρίαb διωγμὸςc λιμὸςd γυμνότηςe κίνδυνοςf μάχαιρα;g
36καθὼς γέγραπταιa ὅτι Ἕνεκενb σοῦ θανατούμεθαc ὅλην τὴν ἡμέραν, ἐλογίσθημενd ὡς πρόβατα σφαγῆς.e
37ἀλλ’ ἐν τούτοις πᾶσιν ὑπερνικῶμενa διὰ τοῦ ἀγαπήσαντοςb ἡμᾶς.
38πέπεισμαιa γὰρ ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε ⸂ἐνεστῶταb οὔτε μέλλονταc οὔτε δυνάμεις⸃
39οὔτε ὕψωμαa οὔτε βάθοςb οὔτε τις κτίσιςc ἑτέρα δυνήσεταιd ἡμᾶς χωρίσαιe ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν.