Πρὸς Ῥωμαίους

7
ἀγνοεῖτε,a ἀδελφοί, γινώσκουσινb γὰρ νόμον λαλῶ,c ὅτι νόμος κυριεύειd τοῦ ἀνθρώπου ἐφ’ ὅσον χρόνον ζῇ;e
2 γὰρ ὕπανδροςa γυνὴ τῷ ζῶντιb ἀνδρὶ δέδεταιc νόμῳ· ἐὰν δὲ ἀποθάνῃd ἀνήρ, κατήργηταιe ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός.
3ἄρα οὖν ζῶντοςa τοῦ ἀνδρὸς μοιχαλὶςb χρηματίσειc ἐὰν γένηταιd ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃe ἀνήρ, ἐλευθέραf ἐστὶνg ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναιh αὐτὴν μοιχαλίδαi γενομένηνj ἀνδρὶ ἑτέρῳ.
4Ὥστε, ἀδελφοί μου, καὶ ὑμεῖς ἐθανατώθητεa τῷ νόμῳ διὰ τοῦ σώματος τοῦ Χριστοῦ, εἰς τὸ γενέσθαιb ὑμᾶς ἑτέρῳ, τῷ ἐκ νεκρῶν ἐγερθέντιc ἵνα καρποφορήσωμενd τῷ θεῷ.
5ὅτε γὰρ ἦμενa ἐν τῇ σαρκί, τὰ παθήματαb τῶν ἁμαρτιῶν τὰ διὰ τοῦ νόμου ἐνηργεῖτοc ἐν τοῖς μέλεσιν ἡμῶν εἰς τὸ καρποφορῆσαιd τῷ θανάτῳ·
6νυνὶa δὲ κατηργήθημενb ἀπὸ τοῦ νόμου, ἀποθανόντεςc ἐν κατειχόμεθα,d ὥστε δουλεύεινe ἡμᾶς ἐν καινότητιf πνεύματος καὶ οὐ παλαιότητιg γράμματος.h
7Τί οὖν ἐροῦμεν;a νόμος ἁμαρτία; μὴ γένοιτο·b ἀλλὰ τὴν ἁμαρτίαν οὐκ ἔγνωνc εἰ μὴ διὰ νόμου, τήν τε γὰρ ἐπιθυμίαν οὐκ ᾔδεινd εἰ μὴ νόμος ἔλεγεν·e Οὐκ ἐπιθυμήσεις·f
8ἀφορμὴνa δὲ λαβοῦσαb ἁμαρτία διὰ τῆς ἐντολῆς κατειργάσατοc ἐν ἐμοὶ πᾶσαν ἐπιθυμίαν, χωρὶς γὰρ νόμου ἁμαρτία νεκρά.
9ἐγὼ δὲ ἔζωνa χωρὶς νόμου ποτέ· ἐλθούσηςb δὲ τῆς ἐντολῆς ἁμαρτία ἀνέζησεν,c
10ἐγὼ δὲ ἀπέθανον,a καὶ εὑρέθηb μοι ἐντολὴ εἰς ζωὴν αὕτη εἰς θάνατον·
11 γὰρ ἁμαρτία ἀφορμὴνa λαβοῦσαb διὰ τῆς ἐντολῆς ἐξηπάτησένc με καὶ δι’ αὐτῆς ἀπέκτεινεν.d
12ὥστε μὲν νόμος ἅγιος, καὶ ἐντολὴ ἁγία καὶ δικαία καὶ ἀγαθή.
13Τὸ οὖν ἀγαθὸν ἐμοὶ ⸀ἐγένετοa θάνατος; μὴ γένοιτο·b ἀλλὰ ἁμαρτία, ἵνα φανῇc ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένηd θάνατον· ἵνα γένηταιe καθ’ ὑπερβολὴνf ἁμαρτωλὸς ἁμαρτία διὰ τῆς ἐντολῆς.
14Οἴδαμενa γὰρ ὅτι νόμος πνευματικόςb ἐστιν·c ἐγὼ δὲ ⸀σάρκινόςd εἰμι,e πεπραμένοςf ὑπὸ τὴν ἁμαρτίαν.
15 γὰρ κατεργάζομαιa οὐ γινώσκω·b οὐ γὰρ θέλωc τοῦτο πράσσω,d ἀλλ’ μισῶe τοῦτο ποιῶ.f
16εἰ δὲ οὐ θέλωa τοῦτο ποιῶ,b σύμφημιc τῷ νόμῳ ὅτι καλός.
17νυνὶa δὲ οὐκέτι ἐγὼ κατεργάζομαιb αὐτὸ ἀλλὰ ⸀οἰκοῦσαc ἐν ἐμοὶ ἁμαρτία.
18οἶδαa γὰρ ὅτι οὐκ οἰκεῖb ἐν ἐμοί, τοῦτ’ ἔστινc ἐν τῇ σαρκί μου, ἀγαθόν· τὸ γὰρ θέλεινd παράκειταίe μοι, τὸ δὲ κατεργάζεσθαιf τὸ καλὸν ⸀οὔ·
19οὐ γὰρ θέλωa ποιῶb ἀγαθόν, ἀλλὰ οὐ θέλωc κακὸν τοῦτο πράσσω.d
20εἰ δὲ οὐ ⸀θέλωa τοῦτο ποιῶ,b οὐκέτι ἐγὼ κατεργάζομαιc αὐτὸ ἀλλὰ οἰκοῦσαd ἐν ἐμοὶ ἁμαρτία.
21Εὑρίσκωa ἄρα τὸν νόμον τῷ θέλοντιb ἐμοὶ ποιεῖνc τὸ καλὸν ὅτι ἐμοὶ τὸ κακὸν παράκειται·d
22συνήδομαιa γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσωb ἄνθρωπον,
23βλέπωa δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσίν μου ἀντιστρατευόμενονb τῷ νόμῳ τοῦ νοόςc μου καὶ αἰχμαλωτίζοντάd με ⸀ἐν τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντιe ἐν τοῖς μέλεσίν μου.
24ταλαίπωροςa ἐγὼ ἄνθρωπος· τίς με ῥύσεταιb ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;
25⸀χάρις τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. Ἄρα οὖν αὐτὸς ἐγὼ τῷ μὲν νοῒa δουλεύωb νόμῳ θεοῦ, τῇ δὲ σαρκὶ νόμῳ ἁμαρτίας.