Πρὸς Ῥωμαίους

5
Δικαιωθέντεςa οὖν ἐκ πίστεως εἰρήνην ⸀ἔχομενb πρὸς τὸν θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ,
2δι’ οὗ καὶ τὴν προσαγωγὴνa ἐσχήκαμενb τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ἑστήκαμεν,c καὶ καυχώμεθαd ἐπ’ ἐλπίδι τῆς δόξης τοῦ θεοῦ·
3οὐ μόνον δέ, ἀλλὰ καὶ ⸀καυχώμεθαa ἐν ταῖς θλίψεσιν, εἰδότεςb ὅτι θλῖψις ὑπομονὴν κατεργάζεται,c
4 δὲ ὑπομονὴ δοκιμήν,a δὲ δοκιμὴb ἐλπίδα.
5 δὲ ἐλπὶς οὐ καταισχύνει·a ὅτι ἀγάπη τοῦ θεοῦ ἐκκέχυταιb ἐν ταῖς καρδίαις ἡμῶν διὰ πνεύματος ἁγίου τοῦ δοθέντοςc ἡμῖν.
6⸂Ἔτι γὰρ⸃ Χριστὸς ὄντωνa ἡμῶν ἀσθενῶνb ⸀ἔτι κατὰ καιρὸν ὑπὲρ ἀσεβῶνc ἀπέθανεν.d
7μόλιςa γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται·b ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχαc τις καὶ τολμᾷd ἀποθανεῖν·e
8συνίστησινa δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς θεὸς ὅτι ἔτι ἁμαρτωλῶν ὄντωνb ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανεν.c
9πολλῷ οὖν μᾶλλον δικαιωθέντεςa νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθαb δι’ αὐτοῦ ἀπὸ τῆς ὀργῆς.
10εἰ γὰρ ἐχθροὶ ὄντεςa κατηλλάγημενb τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντεςc σωθησόμεθαd ἐν τῇ ζωῇ αὐτοῦ·
11οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμενοιa ἐν τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ νῦν τὴν καταλλαγὴνb ἐλάβομεν.c
12Διὰ τοῦτο ὥσπερ δι’ ἑνὸς ἀνθρώπου ἁμαρτία εἰς τὸν κόσμον εἰσῆλθενa καὶ διὰ τῆς ἁμαρτίας θάνατος, καὶ οὕτως εἰς πάντας ἀνθρώπους θάνατος διῆλθενb ἐφ’ πάντες ἥμαρτον—c
13ἄχρι γὰρ νόμου ἁμαρτία ἦνa ἐν κόσμῳ, ἁμαρτία δὲ οὐκ ἐλλογεῖταιb μὴ ὄντοςc νόμου,
14ἀλλὰ ἐβασίλευσενa θάνατος ἀπὸ Ἀδὰμb μέχριc Μωϋσέως καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσανταςd ἐπὶ τῷ ὁμοιώματιe τῆς παραβάσεωςf Ἀδάμ,g ὅς ἐστινh τύποςi τοῦ μέλλοντος.j
15Ἀλλ’ οὐχ ὡς τὸ παράπτωμα,a οὕτως καὶ τὸ χάρισμα·b εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματιc οἱ πολλοὶ ἀπέθανον,d πολλῷ μᾶλλον χάρις τοῦ θεοῦ καὶ δωρεὰe ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν.f
16καὶ οὐχ ὡς δι’ ἑνὸς ἁμαρτήσαντοςa τὸ δώρημα·b τὸ μὲν γὰρ κρίμαc ἐξ ἑνὸς εἰς κατάκριμα,d τὸ δὲ χάρισμαe ἐκ πολλῶν παραπτωμάτωνf εἰς δικαίωμα.g
17εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματιa θάνατος ἐβασίλευσενb διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείανc τῆς χάριτος καὶ τῆς δωρεᾶςd τῆς δικαιοσύνης λαμβάνοντεςe ἐν ζωῇ βασιλεύσουσινf διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ.
18Ἄρα οὖν ὡς δι’ ἑνὸς παραπτώματοςa εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα,b οὕτως καὶ δι’ ἑνὸς δικαιώματοςc εἰς πάντας ἀνθρώπους εἰς δικαίωσινd ζωῆς·
19ὥσπερ γὰρ διὰ τῆς παρακοῆςa τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησανb οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆςc τοῦ ἑνὸς δίκαιοι κατασταθήσονταιd οἱ πολλοί.
20νόμος δὲ παρεισῆλθενa ἵνα πλεονάσῃb τὸ παράπτωμα·c οὗ δὲ ἐπλεόνασενd ἁμαρτία, ὑπερεπερίσσευσενe χάρις,
21ἵνα ὥσπερ ἐβασίλευσενa ἁμαρτία ἐν τῷ θανάτῳ, οὕτως καὶ χάρις βασιλεύσῃb διὰ δικαιοσύνης εἰς ζωὴν αἰώνιον διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν.