Πρὸς Ῥωμαίους

4
Τί οὖν ἐροῦμενa ⸀εὑρηκέναιb Ἀβραὰμ τὸν ⸀προπάτοραc ⸀ἡμῶν κατὰ σάρκα;
2εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη,a ἔχειb καύχημα·c ἀλλ’ οὐ ⸀πρὸς θεόν,
3τί γὰρ γραφὴ λέγει;a Ἐπίστευσενb δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθηc αὐτῷ εἰς δικαιοσύνην.
4τῷ δὲ ἐργαζομένῳa μισθὸςb οὐ λογίζεταιc κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα·d
5τῷ δὲ μὴ ἐργαζομένῳ,a πιστεύοντιb δὲ ἐπὶ τὸν δικαιοῦνταc τὸν ἀσεβῆ,d λογίζεταιe πίστις αὐτοῦ εἰς δικαιοσύνην,
6καθάπερa καὶ Δαυὶδ λέγειb τὸν μακαρισμὸνc τοῦ ἀνθρώπου θεὸς λογίζεταιd δικαιοσύνην χωρὶς ἔργων·
7Μακάριοι ὧν ἀφέθησανa αἱ ἀνομίαιb καὶ ὧν ἐπεκαλύφθησανc αἱ ἁμαρτίαι,
8μακάριος ἀνὴρ ⸀οὗ οὐ μὴ λογίσηταιa κύριος ἁμαρτίαν.
9 μακαρισμὸςa οὖν οὗτος ἐπὶ τὴν περιτομὴν καὶ ἐπὶ τὴν ἀκροβυστίαν;b λέγομενc ⸀γάρ· Ἐλογίσθηd τῷ Ἀβραὰμ πίστις εἰς δικαιοσύνην.
10πῶς οὖν ἐλογίσθη;a ἐν περιτομῇ ὄντιb ἐν ἀκροβυστίᾳ;c οὐκ ἐν περιτομῇ ἀλλ’ ἐν ἀκροβυστίᾳ·d
11καὶ σημεῖον ἔλαβενa περιτομῆς, σφραγῖδαb τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ,c εἰς τὸ εἶναιd αὐτὸν πατέρα πάντων τῶν πιστευόντωνe δι’ ἀκροβυστίας,f εἰς τὸ ⸀λογισθῆναιg αὐτοῖς τὴν δικαιοσύνην,
12καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσινa τοῖς ἴχνεσινb τῆς ⸂ἐν ἀκροβυστίᾳc πίστεως⸃ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
13Οὐ γὰρ διὰ νόμου ἐπαγγελία τῷ Ἀβραὰμ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμονa αὐτὸν ⸀εἶναιb κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως·
14εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι,a κεκένωταιb πίστις καὶ κατήργηταιc ἐπαγγελία·
15 γὰρ νόμος ὀργὴν κατεργάζεται,a οὗ ⸀δὲ οὐκ ἔστινb νόμος, οὐδὲ παράβασις.c
16Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναιa βεβαίανb τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ (ὅς ἐστινc πατὴρ πάντων ἡμῶν,
17καθὼς γέγραπταιa ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικάb σε), κατέναντιc οὗ ἐπίστευσενd θεοῦ τοῦ ζῳοποιοῦντοςe τοὺς νεκροὺς καὶ καλοῦντοςf τὰ μὴ ὄνταg ὡς ὄντα·h
18ὃς παρ’ ἐλπίδα ἐπ’ ἐλπίδι ἐπίστευσενa εἰς τὸ γενέσθαιb αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον·c Οὕτως ἔσταιd τὸ σπέρμα σου·
19καὶ μὴ ἀσθενήσαςa τῇ ⸀πίστει κατενόησενb τὸ ἑαυτοῦ ⸀σῶμα νενεκρωμένον,c ἑκατονταετήςd που ὑπάρχων,e καὶ τὴν νέκρωσινf τῆς μήτραςg Σάρρας,h
20εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθηa τῇ ἀπιστίᾳb ἀλλὰ ἐνεδυναμώθηc τῇ πίστει, δοὺςd δόξαν τῷ θεῷ
21καὶ πληροφορηθεὶςa ὅτι ἐπήγγελταιb δυνατός ἐστινc καὶ ποιῆσαι.d
22⸀διὸ ἐλογίσθηa αὐτῷ εἰς δικαιοσύνην.
23Οὐκ ἐγράφηa δὲ δι’ αὐτὸν μόνον ὅτι ἐλογίσθηb αὐτῷ,
24ἀλλὰ καὶ δι’ ἡμᾶς οἷς μέλλειa λογίζεσθαι,b τοῖς πιστεύουσινc ἐπὶ τὸν ἐγείρανταd Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,
25ὃς παρεδόθηa διὰ τὰ παραπτώματαb ἡμῶν καὶ ἠγέρθηc διὰ τὴν δικαίωσινd ἡμῶν.