2
Διὸ ἀναπολόγητοςa
εἶ,b
ὦc
ἄνθρωπε πᾶς ὁ κρίνων·d
ἐν ᾧ γὰρ κρίνειςe
τὸν ἕτερον, σεαυτὸν κατακρίνεις,f
τὰ γὰρ αὐτὰ πράσσειςg
ὁ κρίνων·h
2
οἴδαμενa
δὲ ὅτι τὸ κρίμαb
τοῦ θεοῦ ἐστινc
κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας.d
3
λογίζῃa
δὲ τοῦτο, ὦb
ἄνθρωπε ὁ κρίνωνc
τοὺς τὰ τοιαῦτα πράσσονταςd
καὶ ποιῶνe
αὐτά, ὅτι σὺ ἐκφεύξῃf
τὸ κρίμαg
τοῦ θεοῦ;
4
ἢ τοῦ πλούτουa
τῆς χρηστότητοςb
αὐτοῦ καὶ τῆς ἀνοχῆςc
καὶ τῆς μακροθυμίαςd
καταφρονεῖς,e
ἀγνοῶνf
ὅτι τὸ χρηστὸνg
τοῦ θεοῦ εἰς μετάνοιάνh
σε ἄγει;i
5
κατὰ δὲ τὴν σκληρότητάa
σου καὶ ἀμετανόητονb
καρδίαν θησαυρίζειςc
σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ⸀ἀποκαλύψεωςd
δικαιοκρισίαςe
τοῦ θεοῦ,
6
ὃς ἀποδώσειa
ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ·
7
τοῖς μὲν καθ’ ὑπομονὴν ἔργου ἀγαθοῦ δόξαν καὶ τιμὴν καὶ ἀφθαρσίανa
ζητοῦσινb
ζωὴν αἰώνιον·
8
τοῖς δὲ ἐξ ἐριθείαςa
καὶ ⸀ἀπειθοῦσιb
τῇ ἀληθείᾳ πειθομένοιςc
δὲ τῇ ἀδικίᾳd
⸂ὀργὴ καὶ θυμός⸃,e
9
θλῖψις καὶ στενοχωρία,a
ἐπὶ πᾶσαν ψυχὴν ἀνθρώπου τοῦ κατεργαζομένουb
τὸ κακόν, Ἰουδαίου τε πρῶτον καὶ Ἕλληνος·c
10
δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳa
τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·b
11
οὐ γάρ ἐστινa
προσωπολημψίαb
παρὰ τῷ θεῷ.
12
Ὅσοι γὰρ ἀνόμωςa
ἥμαρτον,b
ἀνόμωςc
καὶ ἀπολοῦνται·d
καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον,e
διὰ νόμου κριθήσονται·f
13
οὐ γὰρ οἱ ἀκροαταὶa
⸀νόμου δίκαιοι παρὰ ⸀τῷ θεῷ, ἀλλ’ οἱ ποιηταὶb
⸁νόμου δικαιωθήσονται.c
14
ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχονταa
φύσειb
τὰ τοῦ νόμου ⸀ποιῶσιν,c
οὗτοι νόμον μὴ ἔχοντεςd
ἑαυτοῖς εἰσινe
νόμος·
15
οἵτινες ἐνδείκνυνταιa
τὸ ἔργον τοῦ νόμου γραπτὸνb
ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσηςc
αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺd
ἀλλήλων τῶν λογισμῶνe
κατηγορούντωνf
ἢ καὶ ἀπολογουμένων,g
16
ἐν ⸂ἡμέρᾳ ὅτε⸃ ⸀κρίνειa
ὁ θεὸς τὰ κρυπτὰb
τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ ⸂Χριστοῦ Ἰησοῦ⸃.
17
⸂Εἰ δὲ⸃ σὺ Ἰουδαῖος ἐπονομάζῃa
καὶ ἐπαναπαύῃb
⸀νόμῳ καὶ καυχᾶσαιc
ἐν θεῷ
18
καὶ γινώσκειςa
τὸ θέλημα καὶ δοκιμάζειςb
τὰ διαφέρονταc
κατηχούμενοςd
ἐκ τοῦ νόμου,
19
πέποιθάςa
τε σεαυτὸν ὁδηγὸνb
εἶναιc
τυφλῶν, φῶς τῶν ἐν σκότει,
20
παιδευτὴνa
ἀφρόνων,b
διδάσκαλον νηπίων,c
ἔχονταd
τὴν μόρφωσινe
τῆς γνώσεωςf
καὶ τῆς ἀληθείας ἐν τῷ νόμῳ—
21
ὁ οὖν διδάσκωνa
ἕτερον σεαυτὸν οὐ διδάσκεις;b
ὁ κηρύσσωνc
μὴ κλέπτεινd
κλέπτεις;e
22
ὁ λέγωνa
μὴ μοιχεύεινb
μοιχεύεις;c
ὁ βδελυσσόμενοςd
τὰ εἴδωλαe
ἱεροσυλεῖς;f
23
ὃς ἐν νόμῳ καυχᾶσαι,a
διὰ τῆς παραβάσεωςb
τοῦ νόμου τὸν θεὸν ἀτιμάζεις;c
24
τὸ γὰρ ὄνομα τοῦ θεοῦ δι’ ὑμᾶς βλασφημεῖταιa
ἐν τοῖς ἔθνεσιν, καθὼς γέγραπται.b
25
Περιτομὴ μὲν γὰρ ὠφελεῖa
ἐὰν νόμον πράσσῃς·b
ἐὰν δὲ παραβάτηςc
νόμου ᾖς,d
ἡ περιτομή σου ἀκροβυστίαe
γέγονεν.f
26
ἐὰν οὖν ἡ ἀκροβυστίαa
τὰ δικαιώματαb
τοῦ νόμου φυλάσσῃ,c
⸀οὐχ ἡ ἀκροβυστίαd
αὐτοῦ εἰς περιτομὴν λογισθήσεται;e
27
καὶ κρινεῖa
ἡ ἐκ φύσεωςb
ἀκροβυστίαc
τὸν νόμον τελοῦσαd
σὲ τὸν διὰ γράμματοςe
καὶ περιτομῆς παραβάτηνf
νόμου.
28
οὐ γὰρ ὁ ἐν τῷ φανερῷa
Ἰουδαῖός ἐστιν,b
οὐδὲ ἡ ἐν τῷ φανερῷc
ἐν σαρκὶ περιτομή·
29
ἀλλ’ ὁ ἐν τῷ κρυπτῷa
Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι οὐ γράμματι,b
οὗ ὁ ἔπαινοςc
οὐκ ἐξ ἀνθρώπων ἀλλ’ ἐκ τοῦ θεοῦ.