Πρὸς Ῥωμαίους

15
Ὀφείλομενa δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματαb τῶν ἀδυνάτωνc βαστάζειν,d καὶ μὴ ἑαυτοῖς ἀρέσκειν.e
2ἕκαστος ἡμῶν τῷ πλησίονa ἀρεσκέτωb εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν·c
3καὶ γὰρ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν·a ἀλλὰ καθὼς γέγραπται·b Οἱ ὀνειδισμοὶc τῶν ὀνειδιζόντωνd σε ἐπέπεσανe ἐπ’ ἐμέ.
4ὅσα γὰρ προεγράφη,a ⸀εἰς τὴν ἡμετέρανb διδασκαλίανc ⸀ἐγράφη,d ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεωςe τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν.f
5 δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεωςa δῴηb ὑμῖν τὸ αὐτὸ φρονεῖνc ἐν ἀλλήλοις κατὰ ⸂Χριστὸν Ἰησοῦν⸃,
6ἵνα ὁμοθυμαδὸνa ἐν ἑνὶ στόματι δοξάζητεb τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
7Διὸ προσλαμβάνεσθεa ἀλλήλους, καθὼς καὶ Χριστὸς προσελάβετοb ⸀ὑμᾶς, εἰς δόξαν ⸀τοῦ θεοῦ.
8λέγωa ⸀γὰρ ⸀Χριστὸν διάκονονb ⸀γεγενῆσθαιc περιτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαιd τὰς ἐπαγγελίας τῶν πατέρων,
9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέουςa δοξάσαιb τὸν θεόν· καθὼς γέγραπται·c Διὰ τοῦτο ἐξομολογήσομαίd σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ.e
10καὶ πάλιν λέγει·a Εὐφράνθητε,b ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.
11καὶ πάλιν· Αἰνεῖτε,a ⸂πάντα τὰ ἔθνη, τὸν κύριον⸃, καὶ ⸀ἐπαινεσάτωσανb αὐτὸν πάντες οἱ λαοί.
12καὶ πάλιν Ἠσαΐαςa λέγει·b Ἔσταιc ῥίζαd τοῦ Ἰεσσαί,e καὶ ἀνιστάμενοςf ἄρχεινg ἐθνῶν· ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσιν.h
13 δὲ θεὸς τῆς ἐλπίδος πληρώσαιa ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν,b εἰς τὸ περισσεύεινc ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου.
14Πέπεισμαιa δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοίb ἐστεc ἀγαθωσύνης,d πεπληρωμένοιe ⸀πάσης γνώσεως,f δυνάμενοιg καὶ ⸀ἀλλήλους νουθετεῖν.h
15⸀τολμηρότερονa δὲ ἔγραψαb ⸀ὑμῖν ἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκωνc ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάνd μοι ⸀ὑπὸ τοῦ θεοῦ
16εἰς τὸ εἶναίa με λειτουργὸνb ⸂Χριστοῦ Ἰησοῦ⸃ εἰς τὰ ἔθνη, ἱερουργοῦνταc τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηταιd προσφορὰe τῶν ἐθνῶν εὐπρόσδεκτος,f ἡγιασμένηg ἐν πνεύματι ἁγίῳ.
17ἔχωa οὖν ⸀τὴν καύχησινb ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν·
18οὐ γὰρ τολμήσωa ⸂τι λαλεῖν⸃b ὧν οὐ κατειργάσατοc Χριστὸς δι’ ἐμοῦ εἰς ὑπακοὴνd ἐθνῶν, λόγῳ καὶ ἔργῳ,
19ἐν δυνάμει σημείων καὶ τεράτων,a ἐν δυνάμει ⸀πνεύματος· ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳb μέχριc τοῦ Ἰλλυρικοῦd πεπληρωκέναιe τὸ εὐαγγέλιον τοῦ Χριστοῦ,
20οὕτως δὲ ⸀φιλοτιμούμενονa εὐαγγελίζεσθαιb οὐχ ὅπου ὠνομάσθηc Χριστός, ἵνα μὴ ἐπ’ ἀλλότριονd θεμέλιονe οἰκοδομῶ,f
21ἀλλὰ καθὼς γέγραπται·a ⸂Οἷς οὐκ ἀνηγγέληb περὶ αὐτοῦ ὄψονται⸃,c καὶ οἳ οὐκ ἀκηκόασινd συνήσουσιν.e
22Διὸ καὶ ἐνεκοπτόμηνa τὰ πολλὰ τοῦ ἐλθεῖνb πρὸς ὑμᾶς·
23νυνὶa δὲ μηκέτιb τόπον ἔχωνc ἐν τοῖς κλίμασιd τούτοις, ἐπιποθίανe δὲ ἔχωνf τοῦ ἐλθεῖνg πρὸς ὑμᾶς ἀπὸ ⸀ἱκανῶν ἐτῶν,
24ὡς ⸀ἂν πορεύωμαιa εἰς τὴν ⸀Σπανίαν,b ἐλπίζωc γὰρ διαπορευόμενοςd θεάσασθαιe ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναιf ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ—g
25νυνὶa δὲ πορεύομαιb εἰς Ἰερουσαλὴμ διακονῶνc τοῖς ἁγίοις.
26εὐδόκησανa γὰρ Μακεδονίαb καὶ Ἀχαΐαc κοινωνίανd τινὰ ποιήσασθαιe εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ.
27εὐδόκησανa γάρ, καὶ ὀφειλέταιb ⸂εἰσὶνc αὐτῶν⸃· εἰ γὰρ τοῖς πνευματικοῖςd αὐτῶν ἐκοινώνησανe τὰ ἔθνη, ὀφείλουσινf καὶ ἐν τοῖς σαρκικοῖςg λειτουργῆσαιh αὐτοῖς.
28τοῦτο οὖν ἐπιτελέσας,a καὶ σφραγισάμενοςb αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαιc δι’ ὑμῶν ⸀εἰς Σπανίαν·d
29οἶδαa δὲ ὅτι ἐρχόμενοςb πρὸς ὑμᾶς ἐν πληρώματιc ⸀εὐλογίαςd Χριστοῦ ἐλεύσομαι.e
30Παρακαλῶa δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαίb μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν,
31ἵνα ῥυσθῶa ἀπὸ τῶν ἀπειθούντωνb ἐν τῇ Ἰουδαίᾳ ⸀καὶ διακονία μου εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτοςc ⸂τοῖς ἁγίοις γένηται⸃,d
32ἵνα ἐν χαρᾷ ⸀ἐλθὼνa πρὸς ὑμᾶς διὰ θελήματος ⸀θεοῦ συναναπαύσωμαιb ὑμῖν.
33 δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.