14
Τὸν δὲ ἀσθενοῦνταa
τῇ πίστει προσλαμβάνεσθε,b
μὴ εἰς διακρίσειςc
διαλογισμῶν.d
2
ὃς μὲν πιστεύειa
φαγεῖνb
πάντα, ὁ δὲ ἀσθενῶνc
λάχαναd
ἐσθίει.e
3
ὁ ἐσθίωνa
τὸν μὴ ἐσθίονταb
μὴ ἐξουθενείτω,c
⸂ὁ δὲ⸃ μὴ ἐσθίωνd
τὸν ἐσθίονταe
μὴ κρινέτω,f
ὁ θεὸς γὰρ αὐτὸν προσελάβετο.g
4
σὺ τίς εἶa
ὁ κρίνωνb
ἀλλότριονc
οἰκέτην;d
τῷ ἰδίῳ κυρίῳ στήκειe
ἢ πίπτει·f
σταθήσεταιg
δέ, ⸂δυνατεῖh
γὰρ⸃ ὁ ⸀κύριος στῆσαιi
αὐτόν.
5
Ὃς ⸀μὲν κρίνειa
ἡμέραν παρ’ ἡμέραν, ὃς δὲ κρίνειb
πᾶσαν ἡμέραν· ἕκαστος ἐν τῷ ἰδίῳ νοῒc
πληροφορείσθω·d
6
ὁ φρονῶνa
τὴν ἡμέραν κυρίῳ ⸀φρονεῖ.b
καὶ ὁ ἐσθίωνc
κυρίῳ ἐσθίει,d
εὐχαριστεῖe
γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίωνf
κυρίῳ οὐκ ἐσθίει,g
καὶ εὐχαριστεῖh
τῷ θεῷ.
7
Οὐδεὶς γὰρ ἡμῶν ἑαυτῷ ζῇ,a
καὶ οὐδεὶς ἑαυτῷ ἀποθνῄσκει·b
8
ἐάν τε γὰρ ζῶμεν,a
τῷ κυρίῳ ζῶμεν,b
ἐάν τε ἀποθνῄσκωμεν,c
τῷ κυρίῳ ἀποθνῄσκομεν.d
ἐάν τε οὖν ζῶμενe
ἐάν τε ἀποθνῄσκωμεν,f
τοῦ κυρίου ἐσμέν.g
9
εἰς τοῦτο γὰρ ⸀Χριστὸς ⸀ἀπέθανενa
καὶ ἔζησενb
ἵνα καὶ νεκρῶν καὶ ζώντωνc
κυριεύσῃ.d
10
Σὺ δὲ τί κρίνειςa
τὸν ἀδελφόν σου; ἢ καὶ σὺ τί ἐξουθενεῖςb
τὸν ἀδελφόν σου; πάντες γὰρ παραστησόμεθαc
τῷ βήματιd
τοῦ ⸀θεοῦ,
11
γέγραπταιa
γάρ· Ζῶb
ἐγώ, λέγειc
κύριος, ὅτι ἐμοὶ κάμψειd
πᾶν γόνυ,e
καὶ ⸂πᾶσα γλῶσσα ἐξομολογήσεται⸃f
τῷ θεῷ.
12
⸀ἄρα ἕκαστος ἡμῶν περὶ ἑαυτοῦ λόγον ⸀δώσει.a
13
Μηκέτιa
οὖν ἀλλήλους κρίνωμεν·b
ἀλλὰ τοῦτο κρίνατεc
μᾶλλον, τὸ μὴ τιθέναιd
πρόσκομμαe
τῷ ἀδελφῷ ἢ σκάνδαλον.f
14
οἶδαa
καὶ πέπεισμαιb
ἐν κυρίῳ Ἰησοῦ ὅτι οὐδὲν κοινὸνc
δι’ ⸀ἑαυτοῦ· εἰ μὴ τῷ λογιζομένῳd
τι κοινὸνe
εἶναι,f
ἐκείνῳ κοινόν.g
15
εἰ ⸀γὰρ διὰ βρῶμαa
ὁ ἀδελφός σου λυπεῖται,b
οὐκέτι κατὰ ἀγάπην περιπατεῖς.c
μὴ τῷ βρώματίd
σου ἐκεῖνον ἀπόλλυεe
ὑπὲρ οὗ Χριστὸς ἀπέθανεν.f
16
μὴ βλασφημείσθωa
οὖν ὑμῶν τὸ ἀγαθόν.
17
οὐ γάρ ἐστινa
ἡ βασιλεία τοῦ θεοῦ βρῶσιςb
καὶ πόσις,c
ἀλλὰ δικαιοσύνη καὶ εἰρήνη καὶ χαρὰ ἐν πνεύματι ἁγίῳ·
18
ὁ γὰρ ἐν ⸀τούτῳ δουλεύωνa
τῷ Χριστῷ εὐάρεστοςb
τῷ θεῷ καὶ δόκιμοςc
τοῖς ἀνθρώποις.
19
ἄρα οὖν τὰ τῆς εἰρήνης διώκωμενa
καὶ τὰ τῆς οἰκοδομῆςb
τῆς εἰς ἀλλήλους.
20
μὴ ἕνεκενa
βρώματοςb
κατάλυεc
τὸ ἔργον τοῦ θεοῦ. πάντα μὲν καθαρά,d
ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματοςe
ἐσθίοντι.f
21
καλὸν τὸ μὴ φαγεῖνa
κρέαb
μηδὲ πιεῖνc
οἶνον μηδὲ ἐν ᾧ ὁ ἀδελφός σου προσκόπτειd
⸂ἢ σκανδαλίζεταιe
ἢ ἀσθενεῖ⸃·f
22
σὺ πίστιν ⸀ἣν ἔχειςa
κατὰ σεαυτὸν ἔχεb
ἐνώπιον τοῦ θεοῦ. μακάριος ὁ μὴ κρίνωνc
ἑαυτὸν ἐν ᾧ δοκιμάζει·d
23
ὁ δὲ διακρινόμενοςa
ἐὰν φάγῃb
κατακέκριται,c
ὅτι οὐκ ἐκ πίστεως· πᾶν δὲ ὃ οὐκ ἐκ πίστεως ἁμαρτία ⸀ἐστίν.d