Πρὸς Ῥωμαίους

13
Πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαιςa ὑποτασσέσθω,b οὐ γὰρ ἔστινc ἐξουσία εἰ μὴ ὑπὸ θεοῦ, αἱ δὲ ⸀οὖσαιd ⸀ὑπὸ θεοῦ τεταγμέναιe εἰσίν.f
2ὥστε ἀντιτασσόμενοςa τῇ ἐξουσίᾳ τῇ τοῦ θεοῦ διαταγῇb ἀνθέστηκεν,c οἱ δὲ ἀνθεστηκότεςd ἑαυτοῖς κρίμαe λήμψονται.f
3οἱ γὰρ ἄρχοντες οὐκ εἰσὶνa φόβος ⸂τῷ ἀγαθῷ ἔργῳ⸃ ἀλλὰ ⸂τῷ κακῷ⸃. θέλειςb δὲ μὴ φοβεῖσθαιc τὴν ἐξουσίαν; τὸ ἀγαθὸν ποίει,d καὶ ἕξειςe ἔπαινονf ἐξ αὐτῆς·
4θεοῦ γὰρ διάκονόςa ἐστινb σοὶ εἰς τὸ ἀγαθόν. ἐὰν δὲ τὸ κακὸν ποιῇς,c φοβοῦ·d οὐ γὰρ εἰκῇe τὴν μάχαιρανf φορεῖ·g θεοῦ γὰρ διάκονόςh ἐστιν,i ἔκδικοςj εἰς ὀργὴν τῷ τὸ κακὸν πράσσοντι.k
5διὸ ἀνάγκηa ὑποτάσσεσθαι,b οὐ μόνον διὰ τὴν ὀργὴν ἀλλὰ καὶ διὰ τὴν συνείδησιν,
6διὰ τοῦτο γὰρ καὶ φόρουςa τελεῖτε,b λειτουργοὶc γὰρ θεοῦ εἰσινd εἰς αὐτὸ τοῦτο προσκαρτεροῦντες.e
7⸀ἀπόδοτεa πᾶσι τὰς ὀφειλάς,b τῷ τὸν φόρονc τὸν φόρον,d τῷ τὸ τέλος τὸ τέλος, τῷ τὸν φόβον τὸν φόβον, τῷ τὴν τιμὴν τὴν τιμήν.
8Μηδενὶ μηδὲν ὀφείλετε,a εἰ μὴ τὸ ⸂ἀλλήλους ἀγαπᾶν⸃·b γὰρ ἀγαπῶνc τὸν ἕτερον νόμον πεπλήρωκεν.d
9τὸ γάρ· Οὐ μοιχεύσεις,a Οὐ φονεύσεις,b Οὐ κλέψεις,c Οὐκ ἐπιθυμήσεις,d καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν ⸂τῷ λόγῳ τούτῳ⸃ ἀνακεφαλαιοῦται,e ⸂ἐν τῷ⸃· Ἀγαπήσειςf τὸν πλησίονg σου ὡς σεαυτόν.
10 ἀγάπη τῷ πλησίονa κακὸν οὐκ ἐργάζεται·b πλήρωμαc οὖν νόμου ἀγάπη.
11Καὶ τοῦτο εἰδότεςa τὸν καιρόν, ὅτι ὥρα ⸂ἤδη ὑμᾶς⸃ ἐξ ὕπνουb ἐγερθῆναι,c νῦν γὰρ ἐγγύτερονd ἡμῶν σωτηρία ὅτε ἐπιστεύσαμεν.e
12 νὺξ προέκοψεν,a δὲ ἡμέρα ἤγγικεν.b ⸀ἀποβαλώμεθαc οὖν τὰ ἔργα τοῦ σκότους, ⸂ἐνδυσώμεθαd δὲ⸃ τὰ ὅπλαe τοῦ φωτός.
13ὡς ἐν ἡμέρᾳ εὐσχημόνωςa περιπατήσωμεν,b μὴ κώμοιςc καὶ μέθαις,d μὴ κοίταιςe καὶ ἀσελγείαις,f μὴ ἔριδιg καὶ ζήλῳ,h
14ἀλλὰ ἐνδύσασθεa τὸν κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιανb μὴ ποιεῖσθεc εἰς ἐπιθυμίας.