10
Ἀδελφοί, ἡ μὲν εὐδοκίαa
τῆς ἐμῆς καρδίας καὶ ἡ ⸀δέησιςb
πρὸς τὸν θεὸν ὑπὲρ ⸀αὐτῶν εἰς σωτηρίαν.
2
μαρτυρῶa
γὰρ αὐτοῖς ὅτι ζῆλονb
θεοῦ ἔχουσιν·c
ἀλλ’ οὐ κατ’ ἐπίγνωσιν,d
3
ἀγνοοῦντεςa
γὰρ τὴν τοῦ θεοῦ δικαιοσύνην, καὶ τὴν ⸀ἰδίαν ζητοῦντεςb
στῆσαι,c
τῇ δικαιοσύνῃ τοῦ θεοῦ οὐχ ὑπετάγησαν·d
4
τέλος γὰρ νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι.a
5
Μωϋσῆς γὰρ γράφειa
⸂ὅτι τὴν δικαιοσύνην τὴν ἐκ ⸀τοῦ νόμου⸃ ὁ ⸀ποιήσαςb
ἄνθρωπος ζήσεταιc
ἐν ⸀αὐτῇ.
6
ἡ δὲ ἐκ πίστεως δικαιοσύνη οὕτως λέγει·a
Μὴ εἴπῃςb
ἐν τῇ καρδίᾳ σου· Τίς ἀναβήσεταιc
εἰς τὸν οὐρανόν; τοῦτ’ ἔστινd
Χριστὸν καταγαγεῖν·e
7
ἤ· Τίς καταβήσεταιa
εἰς τὴν ἄβυσσον;b
τοῦτ’ ἔστινc
Χριστὸν ἐκ νεκρῶν ἀναγαγεῖν.d
8
ἀλλὰ τί λέγει;a
Ἐγγύς σου τὸ ῥῆμά ἐστιν,b
ἐν τῷ στόματί σου καὶ ἐν τῇ καρδίᾳ σου, τοῦτ’ ἔστινc
τὸ ῥῆμα τῆς πίστεως ὃ κηρύσσομεν.d
9
ὅτι ἐὰν ⸀ὁμολογήσῃςa
ἐν τῷ στόματί ⸀σου κύριον Ἰησοῦν, καὶ πιστεύσῃςb
ἐν τῇ καρδίᾳ σου ὅτι ὁ θεὸς αὐτὸν ἤγειρενc
ἐκ νεκρῶν, σωθήσῃ·d
10
καρδίᾳ γὰρ πιστεύεταιa
εἰς δικαιοσύνην, στόματι δὲ ὁμολογεῖταιb
εἰς σωτηρίαν·
11
λέγειa
γὰρ ἡ γραφή· Πᾶς ὁ πιστεύωνb
ἐπ’ αὐτῷ οὐ καταισχυνθήσεται.c
12
οὐ γάρ ἐστινa
διαστολὴb
Ἰουδαίου τε καὶ Ἕλληνος,c
ὁ γὰρ αὐτὸς κύριος πάντων, πλουτῶνd
εἰς πάντας τοὺς ἐπικαλουμένουςe
αὐτόν·
13
Πᾶς γὰρ ὃς ἂν ἐπικαλέσηταιa
τὸ ὄνομα κυρίου σωθήσεται.b
14
Πῶς οὖν ⸀ἐπικαλέσωνταιa
εἰς ὃν οὐκ ἐπίστευσαν;b
πῶς δὲ ⸀πιστεύσωσινc
οὗ οὐκ ἤκουσαν;d
πῶς δὲ ⸀ἀκούσωσινe
χωρὶς κηρύσσοντος;f
15
πῶς δὲ ⸀κηρύξωσινa
ἐὰν μὴ ἀποσταλῶσιν;b
⸀καθὼς γέγραπται·c
Ὡς ὡραῖοιd
οἱ πόδες τῶν ⸀εὐαγγελιζομένωνe
⸀τὰ ἀγαθά.
16
ἀλλ’ οὐ πάντες ὑπήκουσανa
τῷ εὐαγγελίῳ· Ἠσαΐαςb
γὰρ λέγει·c
Κύριε, τίς ἐπίστευσενd
τῇ ἀκοῇe
ἡμῶν;
17
ἄρα ἡ πίστις ἐξ ἀκοῆς,a
ἡ δὲ ἀκοὴb
διὰ ῥήματος ⸀Χριστοῦ.
18
Ἀλλὰ λέγω,a
μὴ οὐκ ἤκουσαν;b
μενοῦνγε·c
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθενd
ὁ φθόγγοςe
αὐτῶν, καὶ εἰς τὰ πέραταf
τῆς οἰκουμένηςg
τὰ ῥήματα αὐτῶν.
19
ἀλλὰ λέγω,a
μὴ ⸂Ἰσραὴλ οὐκ ἔγνω⸃;b
πρῶτος Μωϋσῆς λέγει·c
Ἐγὼ παραζηλώσωd
ὑμᾶς ἐπ’ οὐκ ἔθνει, ἐπ’ ἔθνει ἀσυνέτῳe
παροργιῶf
ὑμᾶς.
20
Ἠσαΐαςa
δὲ ἀποτολμᾷb
καὶ λέγει·c
Εὑρέθηνd
⸀ἐν τοῖς ἐμὲ μὴ ζητοῦσιν,e
ἐμφανὴςf
⸀ἐγενόμηνg
τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν.h
21
πρὸς δὲ τὸν Ἰσραὴλ λέγει·a
Ὅλην τὴν ἡμέραν ἐξεπέτασαb
τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦνταc
καὶ ἀντιλέγοντα.d