1
Παῦλος δοῦλος ⸂Χριστοῦ Ἰησοῦ⸃, κλητὸςa
ἀπόστολος, ἀφωρισμένοςb
εἰς εὐαγγέλιον θεοῦ
2
ὃ προεπηγγείλατοa
διὰ τῶν προφητῶν αὐτοῦ ἐν γραφαῖς ἁγίαις
3
περὶ τοῦ υἱοῦ αὐτοῦ, τοῦ γενομένουa
ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα,
4
τοῦ ὁρισθέντοςa
υἱοῦ θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνηςb
ἐξ ἀναστάσεως νεκρῶν, Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν,
5
δι’ οὗ ἐλάβομενa
χάριν καὶ ἀποστολὴνb
εἰς ὑπακοὴνc
πίστεως ἐν πᾶσιν τοῖς ἔθνεσιν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ,
6
ἐν οἷς ἐστεa
καὶ ὑμεῖς κλητοὶb
Ἰησοῦ Χριστοῦ,
7
πᾶσιν τοῖς οὖσινa
ἐν Ῥώμῃb
ἀγαπητοῖς θεοῦ, κλητοῖςc
ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
8
Πρῶτον μὲν εὐχαριστῶa
τῷ θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ ⸀περὶ πάντων ὑμῶν, ὅτι ἡ πίστις ὑμῶν καταγγέλλεταιb
ἐν ὅλῳ τῷ κόσμῳ.
9
μάρτυς γάρ μού ἐστινa
ὁ θεός, ᾧ λατρεύωb
ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτωςc
μνείανd
ὑμῶν ποιοῦμαιe
10
πάντοτε ἐπὶ τῶν προσευχῶν μου, δεόμενοςa
εἴ πως ἤδη ποτὲ εὐοδωθήσομαιb
ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖνc
πρὸς ὑμᾶς.
11
ἐπιποθῶa
γὰρ ἰδεῖνb
ὑμᾶς, ἵνα τι μεταδῶc
χάρισμαd
ὑμῖν πνευματικὸνe
εἰς τὸ στηριχθῆναιf
ὑμᾶς,
12
τοῦτο δέ ἐστινa
συμπαρακληθῆναιb
ἐν ὑμῖν διὰ τῆς ἐν ἀλλήλοις πίστεως ὑμῶν τε καὶ ἐμοῦ.
13
οὐ θέλωa
δὲ ὑμᾶς ἀγνοεῖν,b
ἀδελφοί, ὅτι πολλάκιςc
προεθέμηνd
ἐλθεῖνe
πρὸς ὑμᾶς, καὶ ἐκωλύθηνf
ἄχρι τοῦ δεῦρο,g
ἵνα τινὰ καρπὸν σχῶh
καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν.
14
Ἕλλησίνa
τε καὶ βαρβάροις,b
σοφοῖςc
τε καὶ ἀνοήτοιςd
ὀφειλέτηςe
εἰμί·f
15
οὕτως τὸ κατ’ ἐμὲ πρόθυμονa
καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃb
εὐαγγελίσασθαι.c
16
Οὐ γὰρ ἐπαισχύνομαιa
τὸ ⸀εὐαγγέλιον, δύναμις γὰρ θεοῦ ἐστινb
εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι,c
Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι·d
17
δικαιοσύνη γὰρ θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεταιa
ἐκ πίστεως εἰς πίστιν, καθὼς γέγραπται·b
Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται.c
18
Ἀποκαλύπτεταιa
γὰρ ὀργὴ θεοῦ ἀπ’ οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειανb
καὶ ἀδικίανc
ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳd
κατεχόντων,e
19
διότιa
τὸ γνωστὸνb
τοῦ θεοῦ φανερόνc
ἐστινd
ἐν αὐτοῖς, ὁ ⸂θεὸς γὰρ⸃ αὐτοῖς ἐφανέρωσεν.e
20
τὰ γὰρ ἀόραταa
αὐτοῦ ἀπὸ κτίσεωςb
κόσμου τοῖς ποιήμασινc
νοούμεναd
καθορᾶται,e
ἥ τε ἀΐδιοςf
αὐτοῦ δύναμις καὶ θειότης,g
εἰς τὸ εἶναιh
αὐτοὺς ἀναπολογήτους,i
21
διότιa
γνόντεςb
τὸν θεὸν οὐχ ὡς θεὸν ἐδόξασανc
ἢ ηὐχαρίστησαν,d
ἀλλὰ ἐματαιώθησανe
ἐν τοῖς διαλογισμοῖςf
αὐτῶν καὶ ἐσκοτίσθηg
ἡ ἀσύνετοςh
αὐτῶν καρδία·
22
φάσκοντεςa
εἶναιb
σοφοὶc
ἐμωράνθησαν,d
23
καὶ ἤλλαξανa
τὴν δόξαν τοῦ ἀφθάρτουb
θεοῦ ἐν ὁμοιώματιc
εἰκόνοςd
φθαρτοῦe
ἀνθρώπου καὶ πετεινῶνf
καὶ τετραπόδωνg
καὶ ἑρπετῶν.h
24
⸀Διὸ παρέδωκενa
αὐτοὺς ὁ θεὸς ἐν ταῖς ἐπιθυμίαις τῶν καρδιῶν αὐτῶν εἰς ἀκαθαρσίανb
τοῦ ἀτιμάζεσθαιc
τὰ σώματα αὐτῶν ἐν ⸀αὐτοῖς,
25
οἵτινες μετήλλαξανa
τὴν ἀλήθειαν τοῦ θεοῦ ἐν τῷ ψεύδει,b
καὶ ἐσεβάσθησανc
καὶ ἐλάτρευσανd
τῇ κτίσειe
παρὰ τὸν κτίσαντα,f
ὅς ἐστινg
εὐλογητὸςh
εἰς τοὺς αἰῶνας· ἀμήν.
26
Διὰ τοῦτο παρέδωκενa
αὐτοὺς ὁ θεὸς εἰς πάθηb
ἀτιμίας·c
αἵ τε γὰρ θήλειαιd
αὐτῶν μετήλλαξανe
τὴν φυσικὴνf
χρῆσινg
εἰς τὴν παρὰ φύσιν,h
27
ὁμοίως τε καὶ οἱ ἄρσενεςa
ἀφέντεςb
τὴν φυσικὴνc
χρῆσινd
τῆς θηλείαςe
ἐξεκαύθησανf
ἐν τῇ ὀρέξειg
αὐτῶν εἰς ἀλλήλους, ἄρσενεςh
ἐν ἄρσεσινi
τὴν ἀσχημοσύνηνj
κατεργαζόμενοιk
καὶ τὴν ἀντιμισθίανl
ἣν ἔδειm
τῆς πλάνηςn
αὐτῶν ἐν ⸀ἑαυτοῖς ἀπολαμβάνοντες.o
28
Καὶ καθὼς οὐκ ἐδοκίμασανa
τὸν θεὸν ἔχεινb
ἐν ἐπιγνώσει,c
παρέδωκενd
αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμονe
νοῦν,f
ποιεῖνg
τὰ μὴ καθήκοντα,h
29
πεπληρωμένουςa
πάσῃ ⸀ἀδικίᾳb
πονηρίᾳc
πλεονεξίᾳd
κακίᾳ,e
μεστοὺςf
φθόνουg
φόνουh
ἔριδοςi
δόλουj
κακοηθείας,k
ψιθυριστάς,l
30
καταλάλους,a
θεοστυγεῖς,b
ὑβριστάς,c
ὑπερηφάνους,d
ἀλαζόνας,e
ἐφευρετὰςf
κακῶν, γονεῦσινg
ἀπειθεῖς,h
31
ἀσυνέτους,a
ἀσυνθέτους,b
⸀ἀστόργους,c
ἀνελεήμονας·d
32
οἵτινες τὸ δικαίωμαa
τοῦ θεοῦ ἐπιγνόντες,b
ὅτι οἱ τὰ τοιαῦτα πράσσοντεςc
ἄξιοι θανάτου εἰσίν,d
οὐ μόνον αὐτὰ ποιοῦσινe
ἀλλὰ καὶ συνευδοκοῦσινf
τοῖς πράσσουσιν.g