9
Καὶ ὁ πέμπτοςa
ἄγγελος ἐσάλπισεν·b
καὶ εἶδονc
ἀστέραd
ἐκ τοῦ οὐρανοῦ πεπτωκόταe
εἰς τὴν γῆν, καὶ ἐδόθηf
αὐτῷ ἡ κλεὶςg
τοῦ φρέατοςh
τῆς ἀβύσσου·i
2
καὶ ἤνοιξενa
τὸ φρέαρb
τῆς ἀβύσσου,c
καὶ ἀνέβηd
καπνὸςe
ἐκ τοῦ φρέατοςf
ὡς καπνὸςg
καμίνουh
⸀μεγάλης, καὶ ⸀ἐσκοτώθηi
ὁ ἥλιος καὶ ὁ ἀὴρj
ἐκ τοῦ καπνοῦk
τοῦ φρέατος.l
3
καὶ ἐκ τοῦ καπνοῦa
ἐξῆλθονb
ἀκρίδεςc
εἰς τὴν γῆν, καὶ ἐδόθηd
αὐταῖς ἐξουσία ὡς ἔχουσινe
ἐξουσίαν οἱ σκορπίοιf
τῆς γῆς.
4
καὶ ἐρρέθηa
αὐταῖς ἵνα μὴ ⸀ἀδικήσουσινb
τὸν χόρτονc
τῆς γῆς οὐδὲ πᾶν χλωρὸνd
οὐδὲ πᾶν δένδρον,e
εἰ μὴ τοὺς ἀνθρώπους οἵτινες οὐκ ἔχουσιf
τὴν σφραγῖδαg
τοῦ θεοῦ ἐπὶ τῶν ⸀μετώπων.h
5
καὶ ἐδόθηa
⸀αὐτοῖς ἵνα μὴ ἀποκτείνωσινb
αὐτούς, ἀλλ’ ἵνα ⸀βασανισθήσονταιc
μῆναςd
πέντε· καὶ ὁ βασανισμὸςe
αὐτῶν ὡς βασανισμὸςf
σκορπίου,g
ὅταν παίσῃh
ἄνθρωπον.
6
καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ζητήσουσινa
οἱ ἄνθρωποι τὸν θάνατον καὶ οὐ μὴ εὑρήσουσινb
αὐτόν, καὶ ἐπιθυμήσουσινc
ἀποθανεῖνd
καὶ ⸀φεύγειe
⸂ὁ θάνατος ἀπ’ αὐτῶν⸃.
7
Καὶ τὰ ὁμοιώματαa
τῶν ἀκρίδωνb
ὅμοια ἵπποιςc
ἡτοιμασμένοιςd
εἰς πόλεμον,e
καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοιf
⸂ὅμοιοι χρυσῷ⸃,g
καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων,
8
καὶ εἶχονa
τρίχαςb
ὡς τρίχαςc
γυναικῶν, καὶ οἱ ὀδόντεςd
αὐτῶν ὡς λεόντωνe
ἦσαν,f
9
καὶ εἶχονa
θώρακαςb
ὡς θώρακαςc
σιδηροῦς,d
καὶ ἡ φωνὴ τῶν πτερύγωνe
αὐτῶν ὡς φωνὴ ἁρμάτωνf
ἵππωνg
πολλῶν τρεχόντωνh
εἰς πόλεμον·i
10
καὶ ἔχουσινa
οὐρὰςb
ὁμοίας σκορπίοιςc
καὶ κέντρα,d
καὶ ἐν ταῖς οὐραῖςe
αὐτῶν ⸂ἡ ἐξουσία αὐτῶν⸃ ἀδικῆσαιf
τοὺς ἀνθρώπους μῆναςg
πέντε.
11
⸂ἔχουσινa
ἐπ’ αὐτῶν βασιλέα τὸν⸃ ἄγγελον τῆς ἀβύσσου·b
ὄνομα αὐτῷ Ἑβραϊστὶc
Ἀβαδδώνd
⸂καὶ ἐν⸃ τῇ Ἑλληνικῇe
ὄνομα ἔχειf
Ἀπολλύων.g
12
Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν·a
ἰδοὺ ἔρχεταιb
ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13
Καὶ ὁ ἕκτοςa
ἄγγελος ἐσάλπισεν·b
καὶ ἤκουσαc
φωνὴν μίαν ἐκ ⸀τῶν κεράτωνd
τοῦ θυσιαστηρίουe
τοῦ χρυσοῦf
τοῦ ἐνώπιον τοῦ θεοῦ,
14
⸀λέγονταa
τῷ ἕκτῳb
ἀγγέλῳ, ὁ ἔχωνc
τὴν σάλπιγγα·d
Λῦσονe
τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένουςf
ἐπὶ τῷ ποταμῷg
τῷ μεγάλῳ Εὐφράτῃ.h
15
καὶ ἐλύθησανa
οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοιb
εἰς τὴν ὥραν ⸀καὶ ἡμέραν καὶ μῆναc
καὶ ἐνιαυτόν,d
ἵνα ἀποκτείνωσινe
τὸ τρίτον τῶν ἀνθρώπων.
16
καὶ ὁ ἀριθμὸςa
τῶν στρατευμάτωνb
τοῦ ⸀ἱππικοῦc
⸀δισμυριάδεςd
μυριάδων·e
ἤκουσαf
τὸν ἀριθμὸνg
αὐτῶν.
17
καὶ οὕτως εἶδονa
τοὺς ἵππουςb
ἐν τῇ ὁράσειc
καὶ τοὺς καθημένουςd
ἐπ’ αὐτῶν, ἔχονταςe
θώρακαςf
πυρίνουςg
καὶ ὑακινθίνουςh
καὶ θειώδεις·i
καὶ αἱ κεφαλαὶ τῶν ἵππωνj
ὡς κεφαλαὶ λεόντων,k
καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεταιl
πῦρ καὶ καπνὸςm
καὶ θεῖον.n
18
ἀπὸ τῶν τριῶν πληγῶνa
τούτων ἀπεκτάνθησανb
τὸ τρίτον τῶν ἀνθρώπων, ⸀ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦc
καὶ τοῦ θείουd
τοῦ ἐκπορευομένουe
ἐκ τῶν στομάτων αὐτῶν.
19
ἡ γὰρ ἐξουσία τῶν ἵππωνa
ἐν τῷ στόματι αὐτῶν ἐστινb
καὶ ἐν ταῖς οὐραῖςc
αὐτῶν· αἱ γὰρ οὐραὶd
αὐτῶν ὅμοιαι ⸀ὄφεσιν,e
ἔχουσαιf
κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.g
20
Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησανa
ἐν ταῖς πληγαῖςb
ταύταις, ⸀οὐδὲ μετενόησανc
ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ ⸀προσκυνήσουσινd
τὰ δαιμόνια καὶ τὰ εἴδωλαe
τὰ χρυσᾶf
καὶ τὰ ἀργυρᾶg
καὶ τὰ χαλκᾶh
καὶ τὰ λίθιναi
καὶ τὰ ξύλινα,j
ἃ οὔτε βλέπεινk
⸀δύνανταιl
οὔτε ἀκούεινm
οὔτε περιπατεῖν,n
21
καὶ οὐ μετενόησανa
ἐκ τῶν φόνωνb
αὐτῶν οὔτε ἐκ τῶν ⸀φαρμάκωνc
αὐτῶν οὔτε ἐκ τῆς πορνείαςd
αὐτῶν οὔτε ἐκ τῶν κλεμμάτωνe
αὐτῶν.