8
Καὶ ⸀ὅταν ἤνοιξενa
τὴν σφραγῖδαb
τὴν ἑβδόμην,c
ἐγένετοd
σιγὴe
ἐν τῷ οὐρανῷ ὡς ἡμιώριον.f
2
καὶ εἶδονa
τοὺς ἑπτὰ ἀγγέλους οἳ ἐνώπιον τοῦ θεοῦ ἑστήκασιν,b
καὶ ἐδόθησανc
αὐτοῖς ἑπτὰ σάλπιγγες.d
3
Καὶ ἄλλος ἄγγελος ἦλθενa
καὶ ἐστάθηb
ἐπὶ τοῦ θυσιαστηρίουc
ἔχωνd
λιβανωτὸνe
χρυσοῦν,f
καὶ ἐδόθηg
αὐτῷ θυμιάματαh
πολλὰ ἵνα ⸀δώσειi
ταῖς προσευχαῖς τῶν ἁγίων πάντων ἐπὶ τὸ θυσιαστήριονj
τὸ χρυσοῦνk
τὸ ἐνώπιον τοῦ θρόνου.
4
καὶ ἀνέβηa
ὁ καπνὸςb
τῶν θυμιαμάτωνc
ταῖς προσευχαῖς τῶν ἁγίων ἐκ χειρὸς τοῦ ἀγγέλου ἐνώπιον τοῦ θεοῦ.
5
καὶ εἴληφενa
ὁ ἄγγελος τὸν λιβανωτόν,b
καὶ ἐγέμισενc
αὐτὸν ἐκ τοῦ πυρὸς τοῦ θυσιαστηρίου,d
καὶ ἔβαλενe
εἰς τὴν γῆν· καὶ ἐγένοντοf
βρονταὶg
καὶ φωναὶ καὶ ἀστραπαὶh
καὶ σεισμός.i
6
Καὶ οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντεςa
τὰς ἑπτὰ σάλπιγγαςb
ἡτοίμασανc
⸀αὑτοὺς ἵνα σαλπίσωσιν.d
7
Καὶ ὁ πρῶτος ἐσάλπισεν·a
καὶ ἐγένετοb
χάλαζαc
καὶ πῦρ μεμιγμέναd
ἐν αἵματι, καὶ ἐβλήθηe
εἰς τὴν γῆν· καὶ τὸ τρίτον τῆς γῆς κατεκάη,f
καὶ τὸ τρίτον τῶν δένδρωνg
κατεκάη,h
καὶ πᾶς χόρτοςi
χλωρὸςj
κατεκάη.k
8
Καὶ ὁ δεύτερος ἄγγελος ἐσάλπισεν·a
καὶ ὡς ὄρος μέγα ⸀πυρὶ καιόμενονb
ἐβλήθηc
εἰς τὴν θάλασσαν· καὶ ἐγένετοd
τὸ τρίτον τῆς θαλάσσης αἷμα,
9
καὶ ἀπέθανεa
τὸ τρίτον ⸀τῶν κτισμάτωνb
τῶν ἐν τῇ θαλάσσῃ, τὰ ἔχονταc
ψυχάς, καὶ τὸ τρίτον τῶν πλοίων ⸀διεφθάρησαν.d
10
Καὶ ὁ τρίτος ἄγγελος ἐσάλπισεν·a
καὶ ἔπεσενb
ἐκ τοῦ οὐρανοῦ ἀστὴρc
μέγας καιόμενοςd
ὡς λαμπάς,e
καὶ ἔπεσενf
ἐπὶ τὸ τρίτον τῶν ποταμῶνg
καὶ ἐπὶ τὰς πηγὰςh
τῶν ὑδάτων.
11
καὶ τὸ ὄνομα τοῦ ἀστέροςa
λέγεται·b
⸀ὁ Ἄψινθος.c
καὶ ἐγένετοd
τὸ τρίτον τῶν ὑδάτων εἰς ἄψινθον,e
καὶ πολλοὶ τῶν ἀνθρώπων ἀπέθανονf
ἐκ τῶν ὑδάτων, ὅτι ἐπικράνθησαν.g
12
Καὶ ὁ τέταρτοςa
ἄγγελος ἐσάλπισεν·b
καὶ ἐπλήγηc
τὸ τρίτον τοῦ ἡλίου καὶ τὸ τρίτον τῆς σελήνηςd
καὶ τὸ τρίτον τῶν ἀστέρων,e
ἵνα σκοτισθῇf
τὸ τρίτον αὐτῶν καὶ ⸂ἡ ἡμέρα μὴ φάνῃg
τὸ τρίτον αὐτῆς⸃, καὶ ἡ νὺξ ὁμοίως.
13
Καὶ εἶδον,a
καὶ ἤκουσαb
ἑνὸς ἀετοῦc
πετομένουd
ἐν μεσουρανήματιe
λέγοντοςf
φωνῇ μεγάλῃ· Οὐαὶ οὐαὶ οὐαὶ ⸂τοὺς κατοικοῦντας⸃g
ἐπὶ τῆς γῆς ἐκ τῶν λοιπῶν φωνῶν τῆς σάλπιγγοςh
τῶν τριῶν ἀγγέλων τῶν μελλόντωνi
σαλπίζειν.j