7
⸀Μετὰ τοῦτο εἶδονa
τέσσαρας ἀγγέλους ἑστῶταςb
ἐπὶ τὰς τέσσαρας γωνίαςc
τῆς γῆς, κρατοῦνταςd
τοὺς τέσσαρας ἀνέμους τῆς γῆς, ἵνα μὴ πνέῃe
ἄνεμος ἐπὶ τῆς γῆς μήτε ἐπὶ τῆς θαλάσσης μήτε ἐπὶ ⸀πᾶν δένδρον.f
2
καὶ εἶδονa
ἄλλον ἄγγελον ἀναβαίνονταb
ἀπὸ ἀνατολῆςc
ἡλίου, ἔχονταd
σφραγῖδαe
θεοῦ ζῶντος,f
καὶ ἔκραξενg
φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις οἷς ἐδόθηh
αὐτοῖς ἀδικῆσαιi
τὴν γῆν καὶ τὴν θάλασσαν,
3
λέγων·a
Μὴ ἀδικήσητεb
τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα,c
⸀ἄχρι σφραγίσωμενd
τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπωνe
αὐτῶν.
4
Καὶ ἤκουσαa
τὸν ἀριθμὸνb
τῶν ἐσφραγισμένων,c
⸀ἑκατὸνd
τεσσεράκονταe
τέσσαρες χιλιάδες,f
⸀ἐσφραγισμένοιg
ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ·
5
ἐκ φυλῆς Ἰούδα δώδεκα χιλιάδεςa
⸀ἐσφραγισμένοι,b
ἐκ φυλῆς Ῥουβὴνc
δώδεκα χιλιάδες,d
ἐκ φυλῆς Γὰδe
δώδεκα χιλιάδες,f
6
ἐκ φυλῆς Ἀσὴρa
δώδεκα χιλιάδες,b
ἐκ φυλῆς Νεφθαλὶμc
δώδεκα χιλιάδες,d
ἐκ φυλῆς Μανασσῆe
δώδεκα χιλιάδες,f
7
ἐκ φυλῆς Συμεὼνa
δώδεκα χιλιάδες,b
ἐκ φυλῆς Λευὶc
δώδεκα χιλιάδες,d
ἐκ φυλῆς Ἰσσαχὰρe
δώδεκα χιλιάδες,f
8
ἐκ φυλῆς Ζαβουλὼνa
δώδεκα χιλιάδες,b
ἐκ φυλῆς Ἰωσὴφ δώδεκα χιλιάδες,c
ἐκ φυλῆς Βενιαμὶνd
δώδεκα χιλιάδεςe
⸀ἐσφραγισμένοι.f
9
Μετὰ ταῦτα εἶδον,a
καὶ ἰδοὺ ὄχλος πολύς, ὃν ἀριθμῆσαιb
⸀αὐτὸν οὐδεὶς ἐδύνατο,c
ἐκ παντὸς ἔθνους καὶ φυλῶν καὶ λαῶν καὶ γλωσσῶν, ⸀ἑστῶτεςd
ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τοῦ ἀρνίου, περιβεβλημένουςe
στολὰςf
λευκάς,g
καὶ ⸀φοίνικεςh
ἐν ταῖς χερσὶν αὐτῶν·
10
καὶ κράζουσιa
φωνῇ μεγάλῃ λέγοντες·b
Ἡ σωτηρία τῷ θεῷ ἡμῶν τῷ καθημένῳc
ἐπὶ τῷ θρόνῳ καὶ τῷ ἀρνίῳ.
11
καὶ πάντες οἱ ἄγγελοι εἱστήκεισανa
κύκλῳb
τοῦ θρόνου καὶ τῶν πρεσβυτέρων καὶ τῶν τεσσάρων ζῴων,c
καὶ ἔπεσανd
ἐνώπιον τοῦ θρόνου ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησανe
τῷ θεῷ,
12
λέγοντες·a
Ἀμήν· ἡ εὐλογίαb
καὶ ἡ δόξα καὶ ἡ σοφία καὶ ἡ εὐχαριστίαc
καὶ ἡ τιμὴ καὶ ἡ δύναμις καὶ ἡ ἰσχὺςd
τῷ θεῷ ἡμῶν εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
13
Καὶ ἀπεκρίθηa
εἷς ἐκ τῶν πρεσβυτέρων λέγωνb
μοι· Οὗτοι οἱ περιβεβλημένοιc
τὰς στολὰςd
τὰς λευκὰςe
τίνες εἰσὶνf
καὶ πόθενg
ἦλθον;h
14
καὶ ⸀εἴρηκαa
αὐτῷ· Κύριέ μου, σὺ οἶδας.b
καὶ εἶπένc
μοι· Οὗτοί εἰσινd
οἱ ἐρχόμενοιe
ἐκ τῆς θλίψεως τῆς μεγάλης, καὶ ἔπλυνανf
τὰς στολὰςg
αὐτῶν καὶ ἐλεύκανανh
⸀αὐτὰς ἐν τῷ αἵματι τοῦ ἀρνίου.
15
διὰ τοῦτό εἰσινa
ἐνώπιον τοῦ θρόνου τοῦ θεοῦ, καὶ λατρεύουσινb
αὐτῷ ἡμέρας καὶ νυκτὸς ἐν τῷ ναῷ αὐτοῦ, καὶ ὁ καθήμενοςc
ἐπὶ ⸂τοῦ θρόνου⸃ σκηνώσειd
ἐπ’ αὐτούς.
16
οὐ πεινάσουσινa
ἔτι ⸀οὐδὲ διψήσουσινb
ἔτι, οὐδὲ μὴ πέσῃc
ἐπ’ αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα,d
17
ὅτι τὸ ἀρνίον τὸ ἀνὰa
μέσον τοῦ θρόνου ⸀ποιμανεῖb
αὐτούς, καὶ ⸀ὁδηγήσειc
αὐτοὺς ἐπὶ ζωῆς πηγὰςd
ὑδάτων· καὶ ἐξαλείψειe
ὁ θεὸς πᾶν δάκρυονf
ἐκ τῶν ὀφθαλμῶν αὐτῶν.