Ἀποκάλυψις Ἰωάννου

5
Καὶ εἶδονa ἐπὶ τὴν δεξιὰν τοῦ καθημένουb ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένονc ἔσωθενd καὶ ⸀ὄπισθεν,e κατεσφραγισμένονf σφραγῖσινg ἑπτά.
2καὶ εἶδονa ἄγγελον ἰσχυρὸνb κηρύσσονταc ἐν φωνῇ μεγάλῃ· Τίς ⸀ἄξιος ἀνοῖξαιd τὸ βιβλίον καὶ λῦσαιe τὰς σφραγῖδαςf αὐτοῦ;
3καὶ οὐδεὶς ἐδύνατοa ἐν τῷ ⸀οὐρανῷ ⸂οὐδὲ ἐπὶ τῆς γῆς οὐδὲ⸃ ὑποκάτωb τῆς γῆς ἀνοῖξαιc τὸ βιβλίον οὔτε βλέπεινd αὐτό.
4καὶ ⸀ἐγὼ ἔκλαιονa πολὺ ὅτι οὐδεὶς ἄξιος εὑρέθηb ἀνοῖξαιc τὸ βιβλίον οὔτε βλέπεινd αὐτό·
5καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγειa μοι· Μὴ κλαῖε·b ἰδοὺ ἐνίκησενc λέωνd ἐκ τῆς φυλῆς Ἰούδα, ῥίζαe Δαυίδ, ⸀ἀνοῖξαιf τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδαςg αὐτοῦ.
6Καὶ εἶδονa ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴωνb καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων ἀρνίον ⸀ἑστηκὸςc ὡς ἐσφαγμένον,d ⸀ἔχωνe κέραταf ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ⸀οἵ εἰσινg τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ, ⸀ἀπεσταλμένοιh εἰς πᾶσαν τὴν γῆν.
7καὶ ἦλθενa καὶ εἴληφενb ἐκ τῆς δεξιᾶς τοῦ καθημένουc ἐπὶ τοῦ θρόνου.
8καὶ ὅτε ἔλαβενa τὸ βιβλίον, τὰ τέσσαρα ζῷαb καὶ οἱ εἴκοσιc τέσσαρες πρεσβύτεροι ἔπεσανd ἐνώπιον τοῦ ἀρνίου, ἔχοντεςe ἕκαστος κιθάρανf καὶ φιάλαςg χρυσᾶςh γεμούσαςi θυμιαμάτων,j αἵ εἰσινk ⸀αἱ προσευχαὶ τῶν ἁγίων·
9καὶ ᾄδουσινa ᾠδὴνb καινὴν λέγοντες·c Ἄξιος εἶd λαβεῖνe τὸ βιβλίον καὶ ἀνοῖξαιf τὰς σφραγῖδαςg αὐτοῦ, ὅτι ἐσφάγηςh καὶ ἠγόρασαςi τῷ ⸀θεῷ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους,
10καὶ ἐποίησαςa αὐτοὺς τῷ θεῷ ἡμῶν ⸀βασιλείαν καὶ ἱερεῖς, καὶ ⸀βασιλεύουσινb ἐπὶ τῆς γῆς.
11Καὶ εἶδον,a καὶ ⸀ἤκουσαb φωνὴν ἀγγέλων πολλῶν κύκλῳc τοῦ θρόνου καὶ τῶν ζῴωνd καὶ τῶν πρεσβυτέρων, καὶ ἦνe ἀριθμὸςf αὐτῶν μυριάδεςg μυριάδωνh καὶ χιλιάδεςi χιλιάδων,j
12λέγοντεςa φωνῇ μεγάλῃ· Ἄξιόν ἐστινb τὸ ἀρνίον τὸ ἐσφαγμένονc λαβεῖνd τὴν δύναμιν ⸀καὶ πλοῦτονe καὶ σοφίαν καὶ ἰσχὺνf καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν.g
13καὶ πᾶν κτίσμαa ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς καὶ ὑποκάτωb τῆς γῆς καὶ ἐπὶ τῆς ⸀θαλάσσης, καὶ τὰ ἐν αὐτοῖς ⸀πάντα, ἤκουσαc λέγοντας·d Τῷ καθημένῳe ἐπὶ ⸂τῷ θρόνῳ⸃ καὶ τῷ ἀρνίῳ εὐλογίαf καὶ τιμὴ καὶ δόξα καὶ τὸ κράτοςg εἰς τοὺς αἰῶνας τῶν ⸀αἰώνων.
14καὶ τὰ τέσσαρα ζῷαa ⸀ἔλεγον·b Ἀμήν. καὶ οἱ πρεσβύτεροι ἔπεσανc καὶ προσεκύνησαν.d