Ἀποκάλυψις Ἰωάννου

4
Μετὰ ταῦτα εἶδον,a καὶ ἰδοὺ θύρα ἠνεῳγμένηb ἐν τῷ οὐρανῷ, καὶ φωνὴ πρώτη ἣν ἤκουσαc ὡς σάλπιγγοςd λαλούσηςe μετ’ ἐμοῦ, λέγων·f Ἀνάβαg ὧδε, καὶ δείξωh σοι δεῖi γενέσθαι.j μετὰ ταῦτα
2⸀εὐθέως ἐγενόμηνa ἐν πνεύματι· καὶ ἰδοὺ θρόνος ἔκειτοb ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τὸν θρόνον καθήμενος,c
3⸂καὶ καθήμενος⸃a ὅμοιος ὁράσειb λίθῳ ἰάσπιδιc καὶ σαρδίῳ,d καὶ ἶριςe κυκλόθενf τοῦ θρόνου ⸂ὅμοιος ὁράσειg σμαραγδίνῳ⸃.h
4καὶ κυκλόθενa τοῦ θρόνου ⸀θρόνοι εἴκοσιb τέσσαρες, καὶ ἐπὶ τοὺς ⸀θρόνους εἴκοσιc τέσσαρας πρεσβυτέρους καθημένουςd περιβεβλημένουςe ⸀ἐν ἱματίοις λευκοῖς,f καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν στεφάνουςg χρυσοῦς.h
5καὶ ἐκ τοῦ θρόνου ἐκπορεύονταιa ἀστραπαὶb καὶ φωναὶ καὶ βρονταί·c καὶ ἑπτὰ λαμπάδεςd πυρὸς καιόμεναιe ἐνώπιον τοῦ θρόνου, ⸀ἅ εἰσινf ⸀τὰ ἑπτὰ πνεύματα τοῦ θεοῦ,
6καὶ ἐνώπιον τοῦ θρόνου ὡς θάλασσα ὑαλίνηa ὁμοία κρυστάλλῳ.b Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳc τοῦ θρόνου τέσσαρα ζῷαd γέμονταe ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν·f
7καὶ τὸ ζῷονa τὸ πρῶτον ὅμοιον λέοντι,b καὶ τὸ δεύτερον ζῷονc ὅμοιον μόσχῳ,d καὶ τὸ τρίτον ζῷονe ⸀ἔχωνf ⸂τὸ πρόσωπον ὡς⸃ ἀνθρώπου, καὶ τὸ τέταρτονg ζῷονh ὅμοιον ἀετῷi πετομένῳ·j
8καὶ τὰ τέσσαρα ζῷα,a ἓν ⸂καθ’ ἓν⸃ ⸀αὐτῶν ⸀ἔχωνb ἀνὰc πτέρυγαςd ἕξ,e κυκλόθενf καὶ ἔσωθενg γέμουσινh ὀφθαλμῶν· καὶ ἀνάπαυσινi οὐκ ἔχουσινj ἡμέρας καὶ νυκτὸς λέγοντες·k Ἅγιος ἅγιος ἅγιος κύριος, θεός, παντοκράτωρ,l ἦνm καὶ ὢνn καὶ ἐρχόμενος.o
9καὶ ὅταν ⸀δώσουσινa τὰ ζῷαb δόξαν καὶ τιμὴν καὶ εὐχαριστίανc τῷ καθημένῳd ἐπὶ ⸂τῷ θρόνῳ⸃, τῷ ζῶντιe εἰς τοὺς αἰῶνας τῶν αἰώνων,
10πεσοῦνταιa οἱ εἴκοσιb τέσσαρες πρεσβύτεροι ἐνώπιον τοῦ καθημένουc ἐπὶ τοῦ θρόνου, καὶ προσκυνήσουσινd τῷ ζῶντιe εἰς τοὺς αἰῶνας τῶν αἰώνων, καὶ βαλοῦσινf τοὺς στεφάνουςg αὐτῶν ἐνώπιον τοῦ θρόνου, λέγοντες·h
11Ἄξιος εἶ,a κύριος καὶ θεὸς ⸀ἡμῶν, λαβεῖνb τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὴν δύναμιν, ὅτι σὺ ἔκτισαςc ⸀τὰ πάντα, καὶ διὰ τὸ θέλημά σου ἦσανd καὶ ἐκτίσθησαν.e