Ἀποκάλυψις Ἰωάννου

22
Καὶ ἔδειξένa μοι ⸀ποταμὸνb ὕδατος ζωῆς λαμπρὸνc ὡς κρύσταλλον,d ἐκπορευόμενονe ἐκ τοῦ θρόνου τοῦ θεοῦ καὶ τοῦ ἀρνίου
2ἐν μέσῳ τῆς πλατείαςa αὐτῆς· καὶ τοῦ ποταμοῦb ἐντεῦθενc καὶ ἐκεῖθενd ξύλονe ζωῆς ποιοῦνf καρποὺς δώδεκα, κατὰ μῆναg ἕκαστον ⸀ἀποδιδοῦνh τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλαi τοῦ ξύλουj εἰς θεραπείανk τῶν ἐθνῶν.
3καὶ πᾶν κατάθεμαa οὐκ ἔσταιb ἔτι. καὶ θρόνος τοῦ θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται,c καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσινd αὐτῷ,
4καὶ ὄψονταιa τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπωνb αὐτῶν.
5καὶ νὺξ οὐκ ἔσταιa ⸀ἔτι, καὶ ⸂οὐκ ἔχουσινb χρείαν⸃ ⸀φωτὸς λύχνουc καὶ ⸀φῶς ἡλίου, ὅτι κύριος θεὸς φωτίσειd ⸀ἐπ’ αὐτούς, καὶ βασιλεύσουσινe εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
6Καὶ ⸀εἶπένa μοι· Οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί,b καὶ ⸀ὁ κύριος, θεὸς τῶν πνευμάτων τῶν προφητῶν, ἀπέστειλενc τὸν ἄγγελον αὐτοῦ δεῖξαιd τοῖς δούλοις αὐτοῦ δεῖe γενέσθαιf ἐν τάχει·g
7καὶ ἰδοὺ ἔρχομαιa ταχύ·b μακάριος τηρῶνc τοὺς λόγους τῆς προφητείαςd τοῦ βιβλίου τούτου.
8Κἀγὼ Ἰωάννης ἀκούωνa καὶ βλέπωνb ταῦτα. καὶ ὅτε ἤκουσαc καὶ ἔβλεψα,d ἔπεσαe προσκυνῆσαιf ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντόςg μοι ταῦτα.
9καὶ λέγειa μοι· Ὅραb μή· σύνδουλόςc σού εἰμιd καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντωνe τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ θεῷ προσκύνησον.f
10Καὶ λέγειa μοι· Μὴ σφραγίσῃςb τοὺς λόγους τῆς προφητείαςc τοῦ βιβλίου τούτου, καιρὸς γὰρ ἐγγύς ἐστιν.d
11 ἀδικῶνa ἀδικησάτωb ἔτι, καὶ ῥυπαρὸςc ⸀ῥυπαρευθήτωd ἔτι, καὶ δίκαιος δικαιοσύνην ποιησάτωe ἔτι, καὶ ἅγιος ἁγιασθήτωf ἔτι.
12Ἰδοὺ ἔρχομαιa ταχύ,b καὶ μισθόςc μου μετ’ ἐμοῦ, ἀποδοῦναιd ἑκάστῳ ὡς τὸ ἔργον ⸀ἐστὶνe αὐτοῦ.
13ἐγὼ τὸ Ἄλφαa καὶ τὸ Ὦ,b πρῶτος καὶ ἔσχατος, ⸀ἡ ἀρχὴ καὶ ⸀τὸ τέλος.
14Μακάριοι οἱ ⸂πλύνοντεςa τὰς στολὰςb αὐτῶν⸃, ἵνα ἔσταιc ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλονd τῆς ζωῆς καὶ τοῖς πυλῶσινe εἰσέλθωσινf εἰς τὴν πόλιν.
15ἔξω οἱ κύνεςa καὶ οἱ φάρμακοιb καὶ οἱ πόρνοιc καὶ οἱ φονεῖςd καὶ οἱ εἰδωλολάτραιe καὶ πᾶς φιλῶνf καὶ ποιῶνg ψεῦδος.h
16Ἐγὼ Ἰησοῦς ἔπεμψαa τὸν ἄγγελόν μου μαρτυρῆσαιb ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμιc ῥίζαd καὶ τὸ γένοςe Δαυίδ, ἀστὴρf λαμπρός,g πρωϊνός.h
17καὶ τὸ πνεῦμα καὶ νύμφηa λέγουσιν·b Ἔρχου·c καὶ ἀκούωνd εἰπάτω·e Ἔρχου·f καὶ διψῶνg ἐρχέσθω,h θέλωνi λαβέτωj ὕδωρ ζωῆς δωρεάν.k
18Μαρτυρῶa ἐγὼ παντὶ τῷ ἀκούοντιb τοὺς λόγους τῆς προφητείαςc τοῦ βιβλίου τούτου· ἐάν τις ἐπιθῇd ἐπ’ αὐτά, ⸀ἐπιθήσειe θεὸς ἐπ’ αὐτὸν τὰς πληγὰςf τὰς γεγραμμέναςg ἐν τῷ βιβλίῳ τούτῳ·
19καὶ ἐάν τις ἀφέλῃa ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείαςb ταύτης, ⸀ἀφελεῖc θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλουd τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένωνe ἐν τῷ βιβλίῳ τούτῳ.
20Λέγειa μαρτυρῶνb ταῦτα· Ναί· ἔρχομαιc ταχύ.d Ἀμήν· ⸀ἔρχου,e κύριε Ἰησοῦ.
21 χάρις τοῦ κυρίου ⸀Ἰησοῦ μετὰ ⸀πάντων.