21
Καὶ εἶδονa
οὐρανὸν καινὸν καὶ γῆν καινήν· ὁ γὰρ πρῶτος οὐρανὸς καὶ ἡ πρώτη γῆ ἀπῆλθαν,b
καὶ ἡ θάλασσα οὐκ ἔστινc
ἔτι.
2
καὶ τὴν πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καινὴν εἶδονa
καταβαίνουσανb
ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ, ἡτοιμασμένηνc
ὡς νύμφηνd
κεκοσμημένηνe
τῷ ἀνδρὶ αὐτῆς.
3
καὶ ἤκουσαa
φωνῆς μεγάλης ἐκ τοῦ ⸀θρόνου λεγούσης·b
Ἰδοὺ ἡ σκηνὴc
τοῦ θεοῦ μετὰ τῶν ἀνθρώπων, καὶ σκηνώσειd
μετ’ αὐτῶν, καὶ αὐτοὶ ⸀λαοὶ αὐτοῦ ἔσονται,e
καὶ αὐτὸς ὁ θεὸς ⸂μετ’ αὐτῶν ἔσται⸃,f
4
καὶ ἐξαλείψειa
πᾶν δάκρυονb
⸀ἐκ τῶν ὀφθαλμῶν αὐτῶν, καὶ ὁ θάνατος οὐκ ἔσταιc
ἔτι· οὔτε πένθοςd
οὔτε κραυγὴe
οὔτε πόνοςf
οὐκ ἔσταιg
⸀ἔτι. τὰ πρῶτα ἀπῆλθαν.h
5
Καὶ εἶπενa
ὁ καθήμενοςb
ἐπὶ τῷ θρόνῳ· Ἰδοὺ ⸂καινὰ ποιῶc
πάντα⸃. καὶ ⸀λέγει·d
Γράψον,e
ὅτι οὗτοι οἱ λόγοι ⸂πιστοὶ καὶ ἀληθινοί⸃f
εἰσιν.g
6
καὶ εἶπένa
μοι· ⸂Γέγοναν.b
ἐγὼ⸃ τὸ Ἄλφαc
καὶ τὸ Ὦ,d
ἡ ἀρχὴ καὶ τὸ τέλος. ἐγὼ τῷ διψῶντιe
δώσωf
ἐκ τῆς πηγῆςg
τοῦ ὕδατος τῆς ζωῆς δωρεάν.h
7
ὁ νικῶνa
κληρονομήσειb
ταῦτα, καὶ ἔσομαιc
αὐτῷ θεὸς καὶ αὐτὸς ἔσταιd
μοι υἱός.
8
τοῖς δὲ δειλοῖςa
καὶ ⸀ἀπίστοιςb
καὶ ἐβδελυγμένοιςc
καὶ φονεῦσιd
καὶ πόρνοιςe
καὶ φαρμάκοιςf
καὶ εἰδωλολάτραιςg
καὶ πᾶσι τοῖς ψευδέσινh
τὸ μέρος αὐτῶν ἐν τῇ λίμνῃi
τῇ καιομένῃj
πυρὶ καὶ θείῳ,k
ὅ ἐστινl
ὁ θάνατος ὁ δεύτερος.
9
Καὶ ἦλθενa
εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντωνb
τὰς ἑπτὰ φιάλας,c
⸂τῶν γεμόντων⸃d
τῶν ἑπτὰ πληγῶνe
τῶν ἐσχάτων, καὶ ἐλάλησενf
μετ’ ἐμοῦ λέγων·g
Δεῦρο,h
δείξωi
σοι τὴν ⸂νύμφηνj
τὴν γυναῖκα⸃ τοῦ ἀρνίου.
10
καὶ ἀπήνεγκένa
με ἐν πνεύματι ἐπὶ ὄρος μέγα καὶ ὑψηλόν,b
καὶ ἔδειξένc
μοι τὴν ⸀πόλιν τὴν ἁγίαν Ἰερουσαλὴμ καταβαίνουσανd
ἐκ τοῦ οὐρανοῦ ἀπὸ τοῦ θεοῦ,
11
ἔχουσανa
τὴν δόξαν τοῦ θεοῦ· ὁ φωστὴρb
αὐτῆς ὅμοιος λίθῳ τιμιωτάτῳ,c
ὡς λίθῳ ἰάσπιδιd
κρυσταλλίζοντι·e
12
ἔχουσαa
τεῖχοςb
μέγα καὶ ὑψηλόν,c
ἔχουσαd
πυλῶναςe
δώδεκα, καὶ ἐπὶ ⸂τοῖς πυλῶσιν⸃f
ἀγγέλους δώδεκα, καὶ ὀνόματα ἐπιγεγραμμέναg
ἅ ⸀ἐστινh
τῶν δώδεκα ⸀φυλῶν υἱῶν Ἰσραήλ·
13
ἀπὸ ⸀ἀνατολῆςa
πυλῶνεςb
τρεῖς, καὶ ἀπὸ βορρᾶc
πυλῶνεςd
τρεῖς, καὶ ἀπὸ νότουe
πυλῶνεςf
τρεῖς, καὶ ἀπὸ δυσμῶνg
πυλῶνεςh
τρεῖς·
14
καὶ τὸ τεῖχοςa
τῆς πόλεως ⸀ἔχωνb
θεμελίουςc
δώδεκα, καὶ ἐπ’ αὐτῶν δώδεκα ὀνόματα τῶν δώδεκα ἀποστόλων τοῦ ἀρνίου.
15
Καὶ ὁ λαλῶνa
μετ’ ἐμοῦ εἶχενb
μέτρονc
κάλαμονd
χρυσοῦν,e
ἵνα μετρήσῃf
τὴν πόλιν καὶ τοὺς πυλῶναςg
αὐτῆς καὶ τὸ τεῖχοςh
αὐτῆς.
16
καὶ ἡ πόλις τετράγωνοςa
κεῖται,b
καὶ τὸ μῆκοςc
αὐτῆς ⸀ὅσον τὸ πλάτος.d
καὶ ἐμέτρησενe
τὴν πόλιν τῷ καλάμῳf
ἐπὶ ⸀σταδίουςg
δώδεκα ⸀χιλιάδων·h
τὸ μῆκοςi
καὶ τὸ πλάτοςj
καὶ τὸ ὕψοςk
αὐτῆς ἴσαl
ἐστίν.m
17
καὶ ἐμέτρησενa
τὸ τεῖχοςb
αὐτῆς ἑκατὸνc
τεσσεράκονταd
τεσσάρων πηχῶν,e
μέτρονf
ἀνθρώπου, ὅ ἐστινg
ἀγγέλου.
18
⸀καὶ ἡ ἐνδώμησιςa
τοῦ τείχουςb
αὐτῆς ἴασπις,c
καὶ ἡ πόλις χρυσίονd
καθαρὸνe
ὅμοιον ὑάλῳf
καθαρῷ·g
19
⸀οἱ θεμέλιοιa
τοῦ τείχουςb
τῆς πόλεως παντὶ λίθῳ τιμίῳc
κεκοσμημένοι·d
ὁ θεμέλιοςe
ὁ πρῶτος ἴασπις,f
ὁ δεύτερος σάπφιρος,g
ὁ τρίτος χαλκηδών,h
ὁ τέταρτοςi
σμάραγδος,j
20
ὁ πέμπτοςa
σαρδόνυξ,b
ὁ ἕκτοςc
σάρδιον,d
ὁ ἕβδομοςe
χρυσόλιθος,f
ὁ ὄγδοοςg
βήρυλλος,h
ὁ ἔνατοςi
τοπάζιον,j
ὁ δέκατοςk
χρυσόπρασος,l
ὁ ἑνδέκατοςm
ὑάκινθος,n
ὁ δωδέκατοςo
ἀμέθυστος·p
21
καὶ οἱ δώδεκα πυλῶνεςa
δώδεκα μαργαρῖται,b
ἀνὰc
εἷς ἕκαστος τῶν πυλώνωνd
ἦνe
ἐξ ἑνὸς μαργαρίτου·f
καὶ ἡ πλατεῖαg
τῆς πόλεως χρυσίονh
καθαρὸνi
ὡς ὕαλοςj
διαυγής.k
22
Καὶ ναὸν οὐκ εἶδονa
ἐν αὐτῇ, ὁ γὰρ κύριος, ὁ θεός, ὁ παντοκράτωρ,b
ναὸς αὐτῆς ἐστιν,c
καὶ τὸ ἀρνίον.
23
καὶ ἡ πόλις οὐ χρείαν ἔχειa
τοῦ ἡλίου οὐδὲ τῆς σελήνης,b
ἵνα φαίνωσινc
αὐτῇ, ἡ γὰρ δόξα τοῦ θεοῦ ἐφώτισενd
αὐτήν, καὶ ὁ λύχνοςe
αὐτῆς τὸ ἀρνίον.
24
καὶ περιπατήσουσινa
τὰ ἔθνη διὰ τοῦ φωτὸς αὐτῆς· καὶ οἱ βασιλεῖς τῆς γῆς φέρουσινb
⸂τὴν δόξαν αὐτῶν⸃ εἰς αὐτήν·
25
καὶ οἱ πυλῶνεςa
αὐτῆς οὐ μὴ κλεισθῶσινb
ἡμέρας, νὺξ γὰρ οὐκ ἔσταιc
ἐκεῖ,
26
καὶ οἴσουσινa
τὴν δόξαν καὶ τὴν τιμὴν τῶν ἐθνῶν εἰς αὐτήν.
27
καὶ οὐ μὴ εἰσέλθῃa
εἰς αὐτὴν πᾶν κοινὸνb
καὶ ⸀ποιῶνc
βδέλυγμαd
καὶ ψεῦδος,e
εἰ μὴ οἱ γεγραμμένοιf
ἐν τῷ βιβλίῳ τῆς ζωῆς τοῦ ἀρνίου.