2
Τῷ ἀγγέλῳ ⸀τῆς ἐν Ἐφέσῳa
ἐκκλησίας γράψον·b
Τάδεc
λέγειd
ὁ κρατῶνe
τοὺς ἑπτὰ ἀστέραςf
ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶνg
ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶνh
τῶν χρυσῶν·i
2
Οἶδαa
τὰ ἔργα σου, καὶ τὸν ⸀κόπονb
καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃc
βαστάσαιd
κακούς, καὶ ἐπείρασαςe
τοὺς λέγονταςf
ἑαυτοὺς ⸀ἀποστόλους, καὶ οὐκ εἰσίν,g
καὶ εὗρεςh
αὐτοὺς ψευδεῖς·i
3
καὶ ὑπομονὴν ἔχεις,a
καὶ ἐβάστασαςb
διὰ τὸ ὄνομά μου, καὶ ⸂οὐ κεκοπίακες⸃.c
4
ἀλλὰ ἔχωa
κατὰ σοῦ ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκες.b
5
μνημόνευεa
οὖν πόθενb
⸀πέπτωκας,c
καὶ μετανόησονd
καὶ τὰ πρῶτα ἔργα ποίησον·e
εἰ δὲ μή, ἔρχομαίf
⸀σοι, καὶ κινήσωg
τὴν λυχνίανh
σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς.i
6
ἀλλὰ τοῦτο ἔχειςa
ὅτι μισεῖςb
τὰ ἔργα τῶν Νικολαϊτῶν,c
ἃ κἀγὼ μισῶ.d
7
ὁ ἔχωνa
οὖς ἀκουσάτωb
τί τὸ πνεῦμα λέγειc
ταῖς ἐκκλησίαις. τῷ νικῶντιd
δώσωe
αὐτῷ φαγεῖνf
ἐκ τοῦ ξύλουg
τῆς ζωῆς, ὅ ἐστινh
ἐν τῷ παραδείσῳi
τοῦ ⸀θεοῦ.
8
Καὶ τῷ ἀγγέλῳ ⸀τῆς ἐν Σμύρνῃa
ἐκκλησίας γράψον·b
Τάδεc
λέγειd
ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετοe
νεκρὸς καὶ ἔζησεν·f
9
Οἶδάa
⸀σου τὴν θλῖψιν καὶ τὴν πτωχείαν,b
ἀλλὰ πλούσιοςc
εἶ,d
καὶ τὴν βλασφημίανe
ἐκ τῶν λεγόντωνf
Ἰουδαίους εἶναιg
ἑαυτούς, καὶ οὐκ εἰσίν,h
ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ.
10
⸀μηδὲν φοβοῦa
ἃ μέλλειςb
⸀πάσχειν.c
⸀ἰδοὺ μέλλειd
⸀βάλλεινe
ὁ διάβολος ἐξ ὑμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε,f
καὶ ⸀ἕξετεg
θλῖψιν ἡμερῶν δέκα.h
γίνουi
πιστὸς ἄχρι θανάτου, καὶ δώσωj
σοι τὸν στέφανονk
τῆς ζωῆς.
11
ὁ ἔχωνa
οὖς ἀκουσάτωb
τί τὸ πνεῦμα λέγειc
ταῖς ἐκκλησίαις. ὁ νικῶνd
οὐ μὴ ἀδικηθῇe
ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12
Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳa
ἐκκλησίας γράψον·b
Τάδεc
λέγειd
ὁ ἔχωνe
τὴν ῥομφαίανf
τὴν δίστομονg
τὴν ὀξεῖαν·h
13
⸀Οἶδαa
ποῦ κατοικεῖς,b
ὅπου ὁ θρόνος τοῦ Σατανᾶ, καὶ κρατεῖςc
τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσωd
τὴν πίστιν μου ⸀καὶ ἐν ταῖς ⸀ἡμέραις Ἀντιπᾶς,e
ὁ μάρτυς μου, ὁ πιστός ⸀μου, ὃς ἀπεκτάνθηf
παρ’ ὑμῖν, ὅπου ὁ Σατανᾶς κατοικεῖ.g
14
ἀλλὰ ἔχωa
κατὰ σοῦ ὀλίγα, ὅτι ἔχειςb
ἐκεῖ κρατοῦνταςc
τὴν διδαχὴν Βαλαάμ,d
ὃς ⸂ἐδίδασκενe
τῷ⸃ Βαλὰκf
βαλεῖνg
σκάνδαλονh
ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, ⸀φαγεῖνi
εἰδωλόθυταj
καὶ πορνεῦσαι·k
15
οὕτως ἔχειςa
καὶ σὺ κρατοῦνταςb
τὴν ⸀διδαχὴν Νικολαϊτῶνc
ὁμοίως.
16
μετανόησονa
οὖν· εἰ δὲ μή, ἔρχομαίb
σοι ταχύ,c
καὶ πολεμήσωd
μετ’ αὐτῶν ἐν τῇ ῥομφαίᾳe
τοῦ στόματός μου.
17
ὁ ἔχωνa
οὖς ἀκουσάτωb
τί τὸ πνεῦμα λέγειc
ταῖς ἐκκλησίαις. τῷ νικῶντιd
δώσωe
⸀αὐτῷ τοῦ μάνναf
τοῦ κεκρυμμένου,g
καὶ δώσωh
αὐτῷ ψῆφονi
λευκήν,j
καὶ ἐπὶ τὴν ψῆφονk
ὄνομα καινὸν γεγραμμένονl
ὃ οὐδεὶς οἶδενm
εἰ μὴ ὁ λαμβάνων.n
18
Καὶ τῷ ἀγγέλῳ ⸀τῆς ἐν Θυατείροιςa
ἐκκλησίας γράψον·b
Τάδεc
λέγειd
ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχωνe
τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγαf
πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ·g
19
Οἶδάa
σου τὰ ἔργα, καὶ τὴν ⸂ἀγάπην καὶ τὴν πίστιν⸃ καὶ τὴν διακονίαν καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου τὰ ἔσχατα πλείονα τῶν πρώτων.
20
ἀλλὰ ἔχωa
κατὰ σοῦ ὅτι ἀφεῖςb
τὴν ⸀γυναῖκα Ἰεζάβελ,c
ἡ ⸀λέγουσαd
ἑαυτὴν προφῆτιν,e
καὶ διδάσκειf
καὶ πλανᾷg
τοὺς ἐμοὺς δούλους πορνεῦσαιh
καὶ φαγεῖνi
εἰδωλόθυτα.j
21
καὶ ἔδωκαa
αὐτῇ χρόνον ἵνα μετανοήσῃ,b
καὶ οὐ θέλειc
μετανοῆσαιd
ἐκ τῆς πορνείαςe
αὐτῆς.
22
ἰδοὺ βάλλωa
αὐτὴν εἰς κλίνην,b
καὶ τοὺς μοιχεύονταςc
μετ’ αὐτῆς εἰς θλῖψιν μεγάλην, ἐὰν μὴ ⸀μετανοήσωσινd
ἐκ τῶν ἔργων αὐτῆς·
23
καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶa
ἐν θανάτῳ· καὶ γνώσονταιb
πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμιc
ὁ ἐραυνῶνd
νεφροὺςe
καὶ καρδίας, καὶ δώσωf
ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν.
24
ὑμῖν δὲ λέγωa
τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις,b
ὅσοι οὐκ ἔχουσινc
τὴν διδαχὴν ταύτην, οἵτινες οὐκ ἔγνωσανd
τὰ βαθέαe
τοῦ Σατανᾶ, ὡς λέγουσιν,f
οὐ βάλλωg
ἐφ’ ὑμᾶς ἄλλο βάρος·h
25
πλὴν ὃ ἔχετεa
κρατήσατεb
ἄχρι οὗ ἂν ἥξω.c
26
καὶ ὁ νικῶνa
καὶ ὁ τηρῶνb
ἄχρι τέλους τὰ ἔργα μου, δώσωc
αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν,
27
καὶ ποιμανεῖa
αὐτοὺς ἐν ῥάβδῳb
σιδηρᾷc
ὡς τὰ σκεύηd
τὰ κεραμικὰe
⸀συντρίβεται,f
28
ὡς κἀγὼ εἴληφαa
παρὰ τοῦ πατρός μου, καὶ δώσωb
αὐτῷ τὸν ἀστέραc
τὸν πρωϊνόν.d
29
ὁ ἔχωνa
οὖς ἀκουσάτωb
τί τὸ πνεῦμα λέγειc
ταῖς ἐκκλησίαις.