17
Καὶ ἦλθενa
εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντωνb
τὰς ἑπτὰ φιάλας,c
καὶ ἐλάλησενd
μετ’ ἐμοῦ λέγων·e
Δεῦρο,f
δείξωg
σοι τὸ κρίμαh
τῆς πόρνηςi
τῆς μεγάλης τῆς καθημένηςj
ἐπὶ ⸀ὑδάτων πολλῶν,
2
μεθ’ ἧς ἐπόρνευσανa
οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησανb
οἱ κατοικοῦντεςc
τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείαςd
αὐτῆς.
3
καὶ ἀπήνεγκένa
με εἰς ἔρημον ἐν πνεύματι. καὶ εἶδονb
γυναῖκα καθημένηνc
ἐπὶ θηρίον κόκκινον,d
⸀γέμονταe
ὀνόματα βλασφημίας,f
⸀ἔχωνg
κεφαλὰς ἑπτὰ καὶ κέραταh
δέκα.i
4
καὶ ἡ γυνὴ ἦνa
περιβεβλημένηb
πορφυροῦνc
καὶ κόκκινον,d
⸀καὶ κεχρυσωμένηe
⸀χρυσίῳf
καὶ λίθῳ τιμίῳg
καὶ μαργαρίταις,h
ἔχουσαi
ποτήριον χρυσοῦνj
ἐν τῇ χειρὶ αὐτῆς γέμονk
βδελυγμάτωνl
καὶ τὰ ἀκάθαρτα τῆς πορνείαςm
αὐτῆς,
5
καὶ ἐπὶ τὸ μέτωπονa
αὐτῆς ὄνομα γεγραμμένον,b
μυστήριον,c
Βαβυλὼνd
ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶνe
καὶ τῶν βδελυγμάτωνf
τῆς γῆς.
6
καὶ εἶδονa
τὴν γυναῖκα μεθύουσανb
ἐκ τοῦ αἵματος τῶν ἁγίων ⸀καὶ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασαc
ἰδὼνd
αὐτὴν θαῦμαe
μέγα·
7
καὶ εἶπένa
μοι ὁ ἄγγελος· Διὰ τί ἐθαύμασας;b
ἐγὼ ἐρῶc
σοι τὸ μυστήριονd
τῆς γυναικὸς καὶ τοῦ θηρίου τοῦ βαστάζοντοςe
αὐτήν, τοῦ ἔχοντοςf
τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκαg
κέρατα·h
8
τὸ θηρίον ὃ εἶδεςa
ἦνb
καὶ οὐκ ἔστιν,c
καὶ μέλλειd
ἀναβαίνεινe
ἐκ τῆς ἀβύσσου,f
καὶ εἰς ἀπώλειανg
⸀ὑπάγει·h
καὶ ⸀θαυμασθήσονταιi
οἱ κατοικοῦντεςj
ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπταιk
⸂τὸ ὄνομα⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆςl
κόσμου, βλεπόντωνm
⸂τὸ θηρίον ὅτι ἦν⸃n
καὶ οὐκ ἔστινo
καὶ παρέσται.p
9
Ὧδε ὁ νοῦςa
ὁ ἔχωνb
σοφίαν. αἱ ἑπτὰ κεφαλαὶ ἑπτὰ ὄρη εἰσίν,c
ὅπου ἡ γυνὴ κάθηταιd
ἐπ’ αὐτῶν. καὶ βασιλεῖς ⸂ἑπτά εἰσιν⸃·e
10
οἱ πέντε ἔπεσαν,a
ὁ εἷς ἔστιν,b
ὁ ἄλλος οὔπωc
ἦλθεν,d
καὶ ὅταν ἔλθῃe
ὀλίγον ⸂αὐτὸν δεῖ⸃f
μεῖναι,g
11
καὶ τὸ θηρίον ὃ ἦνa
καὶ οὐκ ἔστιν.b
καὶ ⸀αὐτὸς ὄγδοόςc
ἐστινd
καὶ ἐκ τῶν ἑπτά ἐστιν,e
καὶ εἰς ἀπώλειανf
ὑπάγει.g
12
καὶ τὰ δέκαa
κέραταb
ἃ εἶδεςc
δέκαd
βασιλεῖς εἰσιν,e
οἵτινες βασιλείαν οὔπωf
ἔλαβον,g
ἀλλὰ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσινh
μετὰ τοῦ θηρίου.
13
οὗτοι μίαν ⸂γνώμηνa
ἔχουσιν⸃,b
καὶ τὴν δύναμιν ⸀καὶ ἐξουσίαν αὐτῶν τῷ θηρίῳ διδόασιν.c
14
οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν,a
καὶ τὸ ἀρνίον νικήσειb
αὐτούς, ὅτι κύριος κυρίων ἐστὶνc
καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ’ αὐτοῦ κλητοὶd
καὶ ἐκλεκτοὶe
καὶ πιστοί.
15
Καὶ λέγειa
μοι· Τὰ ὕδατα ἃ εἶδες,b
οὗ ἡ πόρνηc
κάθηται,d
λαοὶ καὶ ὄχλοι εἰσὶνe
καὶ ἔθνη καὶ γλῶσσαι.
16
καὶ τὰ δέκαa
κέραταb
ἃ εἶδεςc
καὶ τὸ θηρίον, οὗτοι μισήσουσιd
τὴν πόρνην,e
καὶ ἠρημωμένηνf
ποιήσουσινg
αὐτὴν καὶ ⸀γυμνήν,h
καὶ τὰς σάρκας αὐτῆς φάγονται,i
καὶ αὐτὴν κατακαύσουσινj
ἐν πυρί·
17
ὁ γὰρ θεὸς ἔδωκενa
εἰς τὰς καρδίας αὐτῶν ποιῆσαιb
τὴν γνώμηνc
αὐτοῦ, καὶ ποιῆσαιd
⸂μίαν γνώμην⸃e
καὶ δοῦναιf
τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι ⸀τελεσθήσονταιg
οἱ λόγοι τοῦ θεοῦ.
18
καὶ ἡ γυνὴ ἣν εἶδεςa
ἔστινb
ἡ πόλις ἡ μεγάλη ἡ ἔχουσαc
βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.