16
Καὶ ἤκουσαa
⸂μεγάλης φωνῆς⸃ ἐκ τοῦ ναοῦ λεγούσηςb
τοῖς ἑπτὰ ἀγγέλοις· Ὑπάγετεc
καὶ ⸀ἐκχέετεd
τὰς ἑπτὰ φιάλαςe
τοῦ θυμοῦf
τοῦ θεοῦ εἰς τὴν γῆν.
2
Καὶ ἀπῆλθενa
ὁ πρῶτος καὶ ἐξέχεενb
τὴν φιάληνc
αὐτοῦ εἰς τὴν γῆν· καὶ ἐγένετοd
ἕλκοςe
κακὸν καὶ πονηρὸν ἐπὶ τοὺς ἀνθρώπους τοὺς ἔχονταςf
τὸ χάραγμαg
τοῦ θηρίου καὶ τοὺς προσκυνοῦνταςh
τῇ εἰκόνιi
αὐτοῦ.
3
Καὶ ὁ ⸀δεύτερος ἐξέχεενa
τὴν φιάληνb
αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετοc
αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸀ζωῆς ἀπέθανενd
⸀τὰ ἐν τῇ θαλάσσῃ.
4
Καὶ ὁ τρίτος ἐξέχεενa
τὴν φιάληνb
αὐτοῦ εἰς τοὺς ποταμοὺςc
⸀καὶ τὰς πηγὰςd
τῶν ὑδάτων· καὶ ἐγένετοe
αἷμα.
5
καὶ ἤκουσαa
τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος·b
Δίκαιος εἶ,c
ὁ ὢνd
καὶ ὁ ἦν,e
⸀ὁ ὅσιος,f
ὅτι ταῦτα ἔκρινας,g
6
ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν,a
καὶ αἷμα αὐτοῖς ⸀δέδωκαςb
πιεῖν·c
ἄξιοί εἰσιν.d
7
καὶ ἤκουσαa
τοῦ θυσιαστηρίουb
λέγοντος·c
Ναί, κύριε, ὁ θεός, ὁ παντοκράτωρ,d
ἀληθιναὶe
καὶ δίκαιαι αἱ κρίσεις σου.
8
Καὶ ὁ ⸀τέταρτοςa
ἐξέχεενb
τὴν φιάληνc
αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθηd
αὐτῷ καυματίσαιe
⸂τοὺς ἀνθρώπους ἐν πυρί⸃.
9
καὶ ἐκαυματίσθησανa
οἱ ἄνθρωποι καῦμαb
μέγα· καὶ ⸀ἐβλασφήμησανc
τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντοςd
⸀τὴν ἐξουσίαν ἐπὶ τὰς πληγὰςe
ταύτας, καὶ οὐ μετενόησανf
δοῦναιg
αὐτῷ δόξαν.
10
Καὶ ὁ πέμπτοςa
ἐξέχεενb
τὴν φιάληνc
αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετοd
ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη,e
καὶ ἐμασῶντοf
τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου,g
11
καὶ ἐβλασφήμησανa
τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνωνb
αὐτῶν καὶ ἐκ τῶν ἑλκῶνc
αὐτῶν, καὶ οὐ μετενόησανd
ἐκ τῶν ἔργων αὐτῶν.
12
Καὶ ὁ ἕκτοςa
ἐξέχεενb
τὴν φιάληνc
αὐτοῦ ἐπὶ τὸν ποταμὸνd
τὸν μέγαν ⸀τὸν Εὐφράτην·e
καὶ ἐξηράνθηf
τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇg
ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ἀνατολῆςh
ἡλίου.
13
καὶ εἶδονa
ἐκ τοῦ στόματος τοῦ δράκοντοςb
καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτουc
πνεύματα ⸂τρία ἀκάθαρτα⸃ ὡς βάτραχοι·d
14
εἰσὶνa
γὰρ πνεύματα δαιμονίων ποιοῦνταb
σημεῖα, ἃ ἐκπορεύεταιc
ἐπὶ τοὺς βασιλεῖς τῆς οἰκουμένηςd
ὅλης, συναγαγεῖνe
αὐτοὺς εἰς τὸν πόλεμονf
τῆς ⸀ἡμέρας τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος—g
15
Ἰδοὺ ἔρχομαιa
ὡς κλέπτης.b
μακάριος ὁ γρηγορῶνc
καὶ τηρῶνd
τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸςe
περιπατῇf
καὶ βλέπωσινg
τὴν ἀσχημοσύνηνh
αὐτοῦ—
16
καὶ συνήγαγενa
αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενονb
Ἑβραϊστὶc
Ἁρμαγεδών.d
17
Καὶ ὁ ἕβδομοςa
ἐξέχεενb
τὴν φιάληνc
αὐτοῦ ἐπὶ τὸν ἀέρα—d
καὶ ἐξῆλθενe
φωνὴ μεγάλη ⸀ἐκ τοῦ ⸀ναοῦ ἀπὸ τοῦ θρόνου λέγουσα·f
Γέγονεν—g
18
καὶ ἐγένοντοa
ἀστραπαὶb
καὶ ⸂φωναὶ καὶ βρονταί⸃,c
καὶ σεισμὸςd
⸀ἐγένετοe
μέγας, οἷοςf
οὐκ ἐγένετοg
ἀφ’ οὗ ⸂ἄνθρωποι ἐγένοντο⸃h
ἐπὶ τῆς γῆς τηλικοῦτοςi
σεισμὸςj
οὕτω μέγας,
19
καὶ ἐγένετοa
ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσαν·b
καὶ Βαβυλὼνc
ἡ μεγάλη ἐμνήσθηd
ἐνώπιον τοῦ θεοῦ δοῦναιe
αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦf
τῆς ὀργῆς αὐτοῦ·
20
καὶ πᾶσα νῆσοςa
ἔφυγεν,b
καὶ ὄρη οὐχ εὑρέθησαν.c
21
καὶ χάλαζαa
μεγάλη ὡς ταλαντιαίαb
καταβαίνειc
ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησανd
οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆςe
τῆς χαλάζης,f
ὅτι μεγάλη ἐστὶνg
ἡ πληγὴh
αὐτῆς σφόδρα.i