15
Καὶ εἶδονa
ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ μέγα καὶ θαυμαστόν,b
ἀγγέλους ἑπτὰ ἔχονταςc
πληγὰςd
ἑπτὰ τὰς ἐσχάτας, ὅτι ἐν αὐταῖς ἐτελέσθηe
ὁ θυμὸςf
τοῦ θεοῦ.
2
Καὶ εἶδονa
ὡς θάλασσαν ὑαλίνηνb
μεμιγμένηνc
πυρί, καὶ τοὺς νικῶνταςd
ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνοςe
αὐτοῦ καὶ ἐκ τοῦ ἀριθμοῦf
τοῦ ὀνόματος αὐτοῦ ἑστῶταςg
ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην,h
ἔχονταςi
κιθάραςj
τοῦ θεοῦ.
3
καὶ ᾄδουσινa
τὴν ᾠδὴνb
Μωϋσέως τοῦ δούλου τοῦ θεοῦ καὶ τὴν ᾠδὴνc
τοῦ ἀρνίου λέγοντες·d
Μεγάλα καὶ θαυμαστὰe
τὰ ἔργα σου, κύριε, ὁ θεός, ὁ παντοκράτωρ·f
δίκαιαι καὶ ἀληθιναὶg
αἱ ὁδοί σου, ὁ βασιλεὺς τῶν ⸀αἰώνων·
4
τίς οὐ μὴ ⸀φοβηθῇ,a
κύριε, καὶ ⸀δοξάσειb
τὸ ὄνομά σου, ὅτι μόνος ⸀ὅσιος;c
ὅτι πάντα τὰ ἔθνη ἥξουσινd
καὶ προσκυνήσουσινe
ἐνώπιόν σου, ὅτι τὰ δικαιώματάf
σου ἐφανερώθησαν.g
5
Καὶ μετὰ ταῦτα εἶδον,a
καὶ ἠνοίγηb
ὁ ναὸς τῆς σκηνῆςc
τοῦ μαρτυρίουd
ἐν τῷ οὐρανῷ,
6
καὶ ἐξῆλθονa
οἱ ἑπτὰ ἄγγελοι οἱ ἔχοντεςb
τὰς ἑπτὰ πληγὰςc
ἐκ τοῦ ναοῦ, ⸀ἐνδεδυμένοιd
⸀λίνονe
καθαρὸνf
λαμπρὸνg
καὶ περιεζωσμένοιh
περὶ τὰ στήθηi
ζώναςj
χρυσᾶς.k
7
καὶ ἓν ἐκ τῶν τεσσάρων ζῴωνa
ἔδωκενb
τοῖς ἑπτὰ ἀγγέλοις ἑπτὰ φιάλαςc
χρυσᾶςd
γεμούσαςe
τοῦ θυμοῦf
τοῦ θεοῦ τοῦ ζῶντοςg
εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
8
καὶ ἐγεμίσθηa
ὁ ναὸς καπνοῦb
ἐκ τῆς δόξης τοῦ θεοῦ καὶ ἐκ τῆς δυνάμεως αὐτοῦ, καὶ οὐδεὶς ἐδύνατοc
εἰσελθεῖνd
εἰς τὸν ναὸν ἄχρι τελεσθῶσινe
αἱ ἑπτὰ πληγαὶf
τῶν ἑπτὰ ἀγγέλων.