14
Καὶ εἶδον,a
καὶ ἰδοὺ τὸ ἀρνίον ⸀ἑστὸςb
ἐπὶ τὸ ὄρος Σιών,c
καὶ μετ’ ⸀αὐτοῦ ἑκατὸνd
τεσσεράκονταe
τέσσαρες χιλιάδεςf
ἔχουσαιg
τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ γεγραμμένονh
ἐπὶ τῶν μετώπωνi
αὐτῶν.
2
καὶ ἤκουσαa
φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὑδάτων πολλῶν καὶ ὡς φωνὴν βροντῆςb
μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσαc
ὡς κιθαρῳδῶνd
κιθαριζόντωνe
ἐν ταῖς κιθάραιςf
αὐτῶν.
3
καὶ ᾄδουσινa
⸀ὡς ᾠδὴνb
καινὴν ἐνώπιον τοῦ θρόνου καὶ ἐνώπιον τῶν τεσσάρων ζῴωνc
καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς ἐδύνατοd
μαθεῖνe
τὴν ᾠδὴνf
εἰ μὴ αἱ ἑκατὸνg
τεσσεράκονταh
τέσσαρες χιλιάδες,i
οἱ ἠγορασμένοιj
ἀπὸ τῆς γῆς.
4
οὗτοί εἰσινa
οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν,b
παρθένοιc
γάρ εἰσιν·d
⸀οὗτοι οἱ ἀκολουθοῦντεςe
τῷ ἀρνίῳ ὅπου ἂν ⸀ὑπάγῃ·f
⸁οὗτοι ἠγοράσθησανg
ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴh
τῷ θεῷ καὶ τῷ ἀρνίῳ,
5
καὶ ⸂ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη⸃a
ψεῦδος·b
⸀ἄμωμοίc
εἰσιν.d
6
Καὶ εἶδονa
⸀ἄλλον ἄγγελον πετόμενονb
ἐν μεσουρανήματι,c
ἔχονταd
εὐαγγέλιον αἰώνιον εὐαγγελίσαιe
⸀ἐπὶ τοὺς καθημένουςf
ἐπὶ τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν,
7
λέγωνa
ἐν φωνῇ μεγάλῃ· Φοβήθητεb
τὸν ⸀θεὸν καὶ δότεc
αὐτῷ δόξαν, ὅτι ἦλθενd
ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατεe
⸂τῷ ποιήσαντι⸃f
τὸν οὐρανὸν καὶ τὴν γῆν ⸀καὶ θάλασσαν καὶ πηγὰςg
ὑδάτων.
8
Καὶ ἄλλος ⸂δεύτερος ἄγγελος⸃ ἠκολούθησενa
λέγων·b
Ἔπεσεν,c
⸀ἔπεσενd
Βαβυλὼνe
ἡ μεγάλη, ⸀ἣ ἐκ τοῦ οἴνου τοῦ θυμοῦf
τῆς πορνείαςg
αὐτῆς πεπότικενh
πάντα τὰ ἔθνη.
9
Καὶ ἄλλος ἄγγελος τρίτος ἠκολούθησενa
αὐτοῖς λέγωνb
ἐν φωνῇ μεγάλῃ· Εἴ τις προσκυνεῖc
τὸ θηρίον καὶ τὴν εἰκόναd
αὐτοῦ, καὶ λαμβάνειe
χάραγμαf
ἐπὶ τοῦ μετώπουg
αὐτοῦ ἢ ἐπὶ τὴν χεῖρα αὐτοῦ,
10
καὶ αὐτὸς πίεταιa
ἐκ τοῦ οἴνου τοῦ θυμοῦb
τοῦ θεοῦ τοῦ κεκερασμένουc
ἀκράτουd
ἐν τῷ ποτηρίῳ τῆς ὀργῆς αὐτοῦ, καὶ βασανισθήσεταιe
ἐν πυρὶ καὶ θείῳf
ἐνώπιον ⸂ἀγγέλων ἁγίων⸃ καὶ ἐνώπιον τοῦ ἀρνίου.
11
καὶ ὁ καπνὸςa
τοῦ βασανισμοῦb
αὐτῶν εἰς αἰῶνας αἰώνων ἀναβαίνει,c
καὶ οὐκ ἔχουσινd
ἀνάπαυσινe
ἡμέρας καὶ νυκτός, οἱ προσκυνοῦντεςf
τὸ θηρίον καὶ τὴν εἰκόναg
αὐτοῦ, καὶ εἴ τις λαμβάνειh
τὸ χάραγμαi
τοῦ ὀνόματος αὐτοῦ.
12
Ὧδε ἡ ὑπομονὴ τῶν ἁγίων ἐστίν,a
οἱ τηροῦντεςb
τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τὴν πίστιν Ἰησοῦ.
13
Καὶ ἤκουσαa
φωνῆς ἐκ τοῦ οὐρανοῦ λεγούσης·b
Γράψον·c
Μακάριοι οἱ νεκροὶ οἱ ἐν κυρίῳ ἀποθνῄσκοντεςd
ἀπ’ ἄρτι. ⸂ναί, λέγει⸃e
τὸ πνεῦμα, ἵνα ⸀ἀναπαήσονταιf
ἐκ τῶν κόπωνg
αὐτῶν, τὰ ⸀γὰρ ἔργα αὐτῶν ἀκολουθεῖh
μετ’ αὐτῶν.
14
Καὶ εἶδον,a
καὶ ἰδοὺ νεφέληb
λευκή,c
καὶ ἐπὶ τὴν νεφέληνd
καθήμενονe
ὅμοιον ⸀υἱὸν ἀνθρώπου, ἔχωνf
ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανονg
χρυσοῦνh
καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανονi
ὀξύ.j
15
καὶ ἄλλος ἄγγελος ἐξῆλθενa
ἐκ τοῦ ναοῦ κράζωνb
ἐν φωνῇ μεγάλῃ τῷ καθημένῳc
ἐπὶ τῆς νεφέλης·d
Πέμψονe
τὸ δρέπανόνf
σου καὶ θέρισον,g
ὅτι ἦλθενh
ἡ ὥρα θερίσαι,i
ὅτι ἐξηράνθηj
ὁ θερισμὸςk
τῆς γῆς.
16
καὶ ἔβαλενa
ὁ καθήμενοςb
ἐπὶ ⸂τῆς νεφέλης⸃c
τὸ δρέπανονd
αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ ἐθερίσθηe
ἡ γῆ.
17
Καὶ ἄλλος ἄγγελος ἐξῆλθενa
ἐκ τοῦ ναοῦ τοῦ ἐν τῷ οὐρανῷ, ἔχωνb
καὶ αὐτὸς δρέπανονc
ὀξύ.d
18
καὶ ἄλλος ⸀ἄγγελος ἐκ τοῦ θυσιαστηρίου,a
⸀ὁ ἔχωνb
ἐξουσίαν ἐπὶ τοῦ πυρός, καὶ ἐφώνησενc
⸀φωνῇ μεγάλῃ τῷ ἔχοντιd
τὸ δρέπανονe
τὸ ὀξὺf
λέγων·g
Πέμψονh
σου τὸ δρέπανονi
τὸ ὀξὺj
καὶ τρύγησονk
τοὺς βότρυαςl
τῆς ἀμπέλουm
τῆς γῆς, ὅτι ἤκμασανn
αἱ σταφυλαὶo
αὐτῆς.
19
καὶ ἔβαλενa
ὁ ἄγγελος τὸ δρέπανονb
αὐτοῦ εἰς τὴν γῆν, καὶ ἐτρύγησενc
τὴν ἄμπελονd
τῆς γῆς, καὶ ἔβαλενe
εἰς τὴν ληνὸνf
τοῦ θυμοῦg
τοῦ θεοῦ τὸν μέγαν.
20
καὶ ἐπατήθηa
ἡ ληνὸςb
ἔξωθενc
τῆς πόλεως, καὶ ἐξῆλθενd
αἷμα ἐκ τῆς ληνοῦe
ἄχρι τῶν χαλινῶνf
τῶν ἵππωνg
ἀπὸ σταδίωνh
χιλίωνi
ἑξακοσίων.j