10
Καὶ εἶδονa
⸀ἄλλον ἄγγελον ἰσχυρὸνb
καταβαίνονταc
ἐκ τοῦ οὐρανοῦ, περιβεβλημένονd
νεφέλην,e
καὶ ἡ ἶριςf
ἐπὶ ⸂τὴν κεφαλὴν⸃ αὐτοῦ, καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ οἱ πόδες αὐτοῦ ὡς στῦλοιg
πυρός,
2
καὶ ἔχωνa
ἐν τῇ χειρὶ αὐτοῦ ⸀βιβλαρίδιονb
ἠνεῳγμένον.c
καὶ ἔθηκενd
τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμονe
ἐπὶ τῆς γῆς,
3
καὶ ἔκραξενa
φωνῇ μεγάλῃ ὥσπερ λέωνb
μυκᾶται.c
καὶ ὅτε ἔκραξεν,d
ἐλάλησανe
αἱ ἑπτὰ βρονταὶf
τὰς ἑαυτῶν φωνάς.
4
καὶ ὅτε ἐλάλησανa
αἱ ἑπτὰ βρονταί,b
ἤμελλονc
γράφειν·d
καὶ ἤκουσαe
φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν·f
Σφράγισονg
ἃ ἐλάλησανh
αἱ ἑπτὰ βρονταί,i
καὶ μὴ αὐτὰ γράψῃς.j
5
καὶ ὁ ἄγγελος, ὃν εἶδονa
ἑστῶταb
ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρενc
τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν,
6
καὶ ⸀ὤμοσενa
τῷ ζῶντιb
εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς ἔκτισενc
τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται·d
7
ἀλλ’ ἐν ταῖς ἡμέραις τῆς φωνῆς τοῦ ἑβδόμουa
ἀγγέλου, ὅταν μέλλῃb
σαλπίζειν,c
καὶ ἐτελέσθηd
τὸ μυστήριονe
τοῦ θεοῦ, ὡς εὐηγγέλισενf
τοὺς ⸂ἑαυτοῦ δούλους⸃ τοὺς προφήτας.
8
Καὶ ἡ φωνὴ ἣν ἤκουσαa
ἐκ τοῦ οὐρανοῦ, πάλιν ⸀λαλοῦσανb
μετ’ ἐμοῦ καὶ ⸀λέγουσαν·c
Ὕπαγεd
λάβεe
τὸ ⸀βιβλίον τὸ ἠνεῳγμένονf
ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτοςg
ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς.
9
καὶ ⸀ἀπῆλθαa
πρὸς τὸν ἄγγελον λέγωνb
αὐτῷ δοῦναίc
μοι τὸ ⸀βιβλαρίδιον.d
καὶ λέγειe
μοι· Λάβεf
καὶ κατάφαγεg
αὐτό, καὶ πικρανεῖh
σου τὴν κοιλίαν,i
ἀλλ’ ἐν τῷ στόματί σου ἔσταιj
γλυκὺk
ὡς μέλι.l
10
καὶ ἔλαβονa
τὸ ⸀βιβλαρίδιονb
ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγονc
αὐτό, καὶ ἦνd
ἐν τῷ στόματί μου ὡς μέλιe
γλυκύ·f
καὶ ὅτε ἔφαγονg
αὐτό, ἐπικράνθηh
ἡ κοιλίαi
μου.
11
Καὶ λέγουσίνa
μοι· Δεῖb
σε πάλιν προφητεῦσαιc
ἐπὶ λαοῖς ⸀καὶ ἔθνεσιν καὶ γλώσσαις καὶ βασιλεῦσιν πολλοῖς.