Πρὸς Φιλιππησίους

1
Παῦλος καὶ Τιμόθεοςa δοῦλοι ⸂Χριστοῦ Ἰησοῦ⸃ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσινb ἐν Φιλίπποιςc σὺν ἐπισκόποιςd καὶ διακόνοις·e
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐχαριστῶa τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳb ὑμῶν
4πάντοτε ἐν πάσῃ δεήσειa μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησινb ποιούμενος,c
5ἐπὶ τῇ κοινωνίᾳa ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ ⸀τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
6πεποιθὼςa αὐτὸ τοῦτο ὅτι ἐναρξάμενοςb ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσειc ἄχρι ἡμέρας ⸂Χριστοῦ Ἰησοῦ⸃·
7καθώς ἐστινa δίκαιον ἐμοὶ τοῦτο φρονεῖνb ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχεινc με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖςd μου καὶ ἐν τῇ ἀπολογίᾳe καὶ βεβαιώσειf τοῦ εὐαγγελίου συγκοινωνούςg μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας·h
8μάρτυς γάρ ⸀μου θεός, ὡς ἐπιποθῶa πάντας ὑμᾶς ἐν σπλάγχνοιςb ⸂Χριστοῦ Ἰησοῦ⸃.
9καὶ τοῦτο προσεύχομαιa ἵνα ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃb ἐν ἐπιγνώσειc καὶ πάσῃ αἰσθήσει,d
10εἰς τὸ δοκιμάζεινa ὑμᾶς τὰ διαφέροντα,b ἵνα ἦτεc εἰλικρινεῖςd καὶ ἀπρόσκοποιe εἰς ἡμέραν Χριστοῦ,
11πεπληρωμένοιa ⸂καρπὸν δικαιοσύνης τὸν⸃ διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινονb θεοῦ.
12Γινώσκεινa δὲ ὑμᾶς βούλομαι,b ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴνc τοῦ εὐαγγελίου ἐλήλυθεν,d
13ὥστε τοὺς δεσμούςa μου φανεροὺςb ἐν Χριστῷ γενέσθαιc ἐν ὅλῳ τῷ πραιτωρίῳd καὶ τοῖς λοιποῖς πᾶσιν,
14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθόταςa τοῖς δεσμοῖςb μου περισσοτέρωςc τολμᾶνd ἀφόβωςe τὸν ⸀λόγον λαλεῖν.f
15Τινὲς μὲν καὶ διὰ φθόνονa καὶ ἔριν,b τινὲς δὲ καὶ δι’ εὐδοκίανc τὸν Χριστὸν κηρύσσουσιν·d
16οἱ μὲν ἐξ ⸂ἀγάπης, εἰδότεςa ὅτι εἰς ἀπολογίανb τοῦ εὐαγγελίου κεῖμαι⸃,c
17οἱ δὲ ἐξ ⸂ἐριθείαςa τὸν Χριστὸν καταγγέλλουσιν,b οὐχ ἁγνῶς,c οἰόμενοιd θλῖψιν ἐγείρεινe τοῖς δεσμοῖςf μου⸃.
18τί γάρ; πλὴν ⸀ὅτι παντὶ τρόπῳ,a εἴτε προφάσειb εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται,c καὶ ἐν τούτῳ χαίρω·d ἀλλὰ καὶ χαρήσομαι,e
19οἶδαa γὰρ ὅτι τοῦτό μοι ἀποβήσεταιb εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεωςc καὶ ἐπιχορηγίαςd τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
20κατὰ τὴν ἀποκαραδοκίανa καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι,b ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεταιc Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
21ἐμοὶ γὰρ τὸ ζῆνa Χριστὸς καὶ τὸ ἀποθανεῖνb κέρδος.c
22εἰ δὲ τὸ ζῆνa ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαιb οὐ γνωρίζω·c
23συνέχομαιa δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχωνb εἰς τὸ ἀναλῦσαιc καὶ σὺν Χριστῷ εἶναι,d πολλῷ ⸀γὰρ μᾶλλον κρεῖσσον,e
24τὸ δὲ ἐπιμένεινa ⸀ἐν τῇ σαρκὶ ἀναγκαιότερονb δι’ ὑμᾶς.
25καὶ τοῦτο πεποιθὼςa οἶδαb ὅτι μενῶc καὶ ⸀παραμενῶd πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴνe καὶ χαρὰν τῆς πίστεως,
26ἵνα τὸ καύχημαa ὑμῶν περισσεύῃb ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίαςc πάλιν πρὸς ὑμᾶς.
27Μόνον ἀξίωςa τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε,b ἵνα εἴτε ἐλθὼνc καὶ ἰδὼνd ὑμᾶς εἴτε ἀπὼνe ⸀ἀκούωf τὰ περὶ ὑμῶν, ὅτι στήκετεg ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντεςh τῇ πίστει τοῦ εὐαγγελίου,
28καὶ μὴ πτυρόμενοιa ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένωνb (ἥτις ⸂ἐστὶνc αὐτοῖς⸃ ἔνδειξιςd ἀπωλείας,e ⸀ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ,
29ὅτι ὑμῖν ἐχαρίσθηa τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνονb τὸ εἰς αὐτὸν πιστεύεινc ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),d
30τὸν αὐτὸν ἀγῶναa ἔχοντεςb οἷονc εἴδετεd ἐν ἐμοὶ καὶ νῦν ἀκούετεe ἐν ἐμοί.
2
Εἴ τις οὖν παράκλησιςa ἐν Χριστῷ, εἴ τι παραμύθιονb ἀγάπης, εἴ τις κοινωνίαc πνεύματος, εἴ τις σπλάγχναd καὶ οἰκτιρμοί,e
2πληρώσατέa μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε,b τὴν αὐτὴν ἀγάπην ἔχοντες,c σύμψυχοι,d τὸ ἓν φρονοῦντες,e
3μηδὲν κατ’ ἐριθείανa ⸂μηδὲ κατὰ⸃ κενοδοξίαν,b ἀλλὰ τῇ ταπεινοφροσύνῃc ἀλλήλους ἡγούμενοιd ὑπερέχονταςe ἑαυτῶν,
4μὴ τὰ ἑαυτῶν ⸀ἕκαστοι ⸀σκοποῦντες,a ἀλλὰ καὶ τὰ ἑτέρων ⸁ἕκαστοι.
5τοῦτο ⸀φρονεῖτεa ἐν ὑμῖν καὶ ἐν Χριστῷ Ἰησοῦ,
6ὃς ἐν μορφῇa θεοῦ ὑπάρχωνb οὐχ ἁρπαγμὸνc ἡγήσατοd τὸ εἶναιe ἴσαf θεῷ,
7ἀλλὰ ἑαυτὸν ἐκένωσενa μορφὴνb δούλου λαβών,c ἐν ὁμοιώματιd ἀνθρώπων γενόμενος·e καὶ σχήματιf εὑρεθεὶςg ὡς ἄνθρωπος
8ἐταπείνωσενa ἑαυτὸν γενόμενοςb ὑπήκοοςc μέχριd θανάτου, θανάτου δὲ σταυροῦ·e
9διὸ καὶ θεὸς αὐτὸν ὑπερύψωσεν,a καὶ ἐχαρίσατοb αὐτῷ ⸀τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυa κάμψῃb ἐπουρανίωνc καὶ ἐπιγείωνd καὶ καταχθονίων,e
11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηταιa ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε,a μὴ ὡς ἐν τῇ παρουσίᾳb μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳc μου, μετὰ φόβου καὶ τρόμουd τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,e
13⸀θεὸς γάρ ἐστινa ἐνεργῶνb ἐν ὑμῖν καὶ τὸ θέλεινc καὶ τὸ ἐνεργεῖνd ὑπὲρ τῆς εὐδοκίας.e
14Πάντα ποιεῖτεa χωρὶς γογγυσμῶνb καὶ διαλογισμῶν,c
15ἵνα γένησθεa ἄμεμπτοιb καὶ ἀκέραιοι,c τέκνα θεοῦ ⸂ἄμωμαd μέσον⸃ γενεᾶς σκολιᾶςe καὶ διεστραμμένης,f ἐν οἷς φαίνεσθεg ὡς φωστῆρεςh ἐν κόσμῳ
16λόγον ζωῆς ἐπέχοντες,a εἰς καύχημαb ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸνc ἔδραμονd οὐδὲ εἰς κενὸνe ἐκοπίασα.f
17ἀλλὰ εἰ καὶ σπένδομαιa ἐπὶ τῇ θυσίᾳb καὶ λειτουργίᾳc τῆς πίστεως ὑμῶν, χαίρωd καὶ συγχαίρωe πᾶσιν ὑμῖν·
18τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετεa καὶ συγχαίρετέb μοι.
19Ἐλπίζωa δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεονb ταχέωςc πέμψαιd ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶe γνοὺςf τὰ περὶ ὑμῶν.
20οὐδένα γὰρ ἔχωa ἰσόψυχονb ὅστις γνησίωςc τὰ περὶ ὑμῶν μεριμνήσει,d
21οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν,a οὐ τὰ ⸂Ἰησοῦ Χριστοῦ⸃.
22τὴν δὲ δοκιμὴνa αὐτοῦ γινώσκετε,b ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσενc εἰς τὸ εὐαγγέλιον.
23τοῦτον μὲν οὖν ἐλπίζωa πέμψαιb ὡς ἂν ἀφίδωc τὰ περὶ ἐμὲ ἐξαυτῆς·d
24πέποιθαa δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέωςb ἐλεύσομαι.c
25Ἀναγκαῖονa δὲ ἡγησάμηνb Ἐπαφρόδιτονc τὸν ἀδελφὸν καὶ συνεργὸνd καὶ συστρατιώτηνe μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸνf τῆς χρείας μου, πέμψαιg πρὸς ὑμᾶς,
26ἐπειδὴa ἐπιποθῶνb ἦνc πάντας ⸀ὑμᾶς, καὶ ἀδημονῶνd διότιe ἠκούσατεf ὅτι ἠσθένησεν.g
27καὶ γὰρ ἠσθένησενa παραπλήσιονb ⸀θανάτῳ· ἀλλὰ θεὸς ⸂ἠλέησενc αὐτόν⸃, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπηνd ἐπὶ λύπηνe σχῶ.f
28σπουδαιοτέρωςa οὖν ἔπεμψαb αὐτὸν ἵνα ἰδόντεςc αὐτὸν πάλιν χαρῆτεd κἀγὼ ἀλυπότεροςe ὦ.f
29προσδέχεσθεa οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμουςb ἔχετε,c
30ὅτι διὰ τὸ ἔργον ⸀Χριστοῦ μέχριa θανάτου ἤγγισεν,b ⸀παραβολευσάμενοςc τῇ ψυχῇ ἵνα ἀναπληρώσῃd τὸ ὑμῶν ὑστέρημαe τῆς πρός με λειτουργίας.f
3
Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετεa ἐν κυρίῳ. τὰ αὐτὰ γράφεινb ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν,c ὑμῖν δὲ ἀσφαλές.d
2Βλέπετεa τοὺς κύνας,b βλέπετεc τοὺς κακοὺς ἐργάτας,d βλέπετεe τὴν κατατομήν.f
3ἡμεῖς γάρ ἐσμενa περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντεςb καὶ καυχώμενοιc ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,d
4καίπερa ἐγὼ ἔχωνb πεποίθησινc καὶ ἐν σαρκί. Εἴ τις δοκεῖd ἄλλος πεποιθέναιe ἐν σαρκί, ἐγὼ μᾶλλον·
5περιτομῇ ὀκταήμερος,a ἐκ γένουςb Ἰσραήλ, φυλῆς Βενιαμίν,c Ἑβραῖοςd ἐξ Ἑβραίων,e κατὰ νόμον Φαρισαῖος,
6κατὰ ⸀ζῆλοςa διώκωνb τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενοςc ἄμεμπτος.d
7Ἀλλὰ ἅτινα ἦνa μοι κέρδη,b ταῦτα ἥγημαιc διὰ τὸν Χριστὸν ζημίαν.d
8ἀλλὰ ⸀μενοῦνγεa καὶ ἡγοῦμαιb πάντα ζημίανc εἶναιd διὰ τὸ ὑπερέχονe τῆς γνώσεωςf Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην,g καὶ ἡγοῦμαιh ⸀σκύβαλαi ἵνα Χριστὸν κερδήσωj
9καὶ εὑρεθῶa ἐν αὐτῷ, μὴ ἔχωνb ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
10τοῦ γνῶναιa αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ ⸀κοινωνίανb παθημάτωνc αὐτοῦ, ⸀συμμορφιζόμενοςd τῷ θανάτῳ αὐτοῦ,
11εἴ πως καταντήσωa εἰς τὴν ἐξανάστασινb ⸂τὴν ἐκ⸃ νεκρῶν.
12Οὐχ ὅτι ἤδη ἔλαβονa ἤδη τετελείωμαι,b διώκωc δὲ εἰ καὶ καταλάβω,d ἐφ’ καὶ κατελήμφθηνe ὑπὸ ⸀Χριστοῦ.
13ἀδελφοί, ἐγὼ ἐμαυτὸν ⸀οὐ λογίζομαιa κατειληφέναι·b ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενοςc τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,d
14κατὰ σκοπὸνa διώκωb ⸀εἰς τὸ βραβεῖονc τῆς ἄνωd κλήσεωςe τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
15ὅσοι οὖν τέλειοι,a τοῦτο φρονῶμεν·b καὶ εἴ τι ἑτέρωςc φρονεῖτε,d καὶ τοῦτο θεὸς ὑμῖν ἀποκαλύψει·e
16πλὴν εἰς ἐφθάσαμεν,a τῷ αὐτῷ ⸀στοιχεῖν.b
17Συμμιμηταίa μου γίνεσθε,b ἀδελφοί, καὶ σκοπεῖτεc τοὺς οὕτω περιπατοῦνταςd καθὼς ἔχετεe τύπονf ἡμᾶς·
18πολλοὶ γὰρ περιπατοῦσινa οὓς πολλάκιςb ἔλεγονc ὑμῖν, νῦν δὲ καὶ κλαίωνd λέγω,e τοὺς ἐχθροὺς τοῦ σταυροῦf τοῦ Χριστοῦ,
19ὧν τὸ τέλος ἀπώλεια,a ὧν θεὸς κοιλίαb καὶ δόξα ἐν τῇ αἰσχύνῃc αὐτῶν, οἱ τὰ ἐπίγειαd φρονοῦντες.e
20ἡμῶν γὰρ τὸ πολίτευμαa ἐν οὐρανοῖς ὑπάρχει,b ἐξ οὗ καὶ σωτῆραc ἀπεκδεχόμεθαd κύριον Ἰησοῦν Χριστόν,
21ὃς μετασχηματίσειa τὸ σῶμα τῆς ταπεινώσεωςb ⸀ἡμῶν σύμμορφονc τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειανd τοῦ δύνασθαιe αὐτὸν καὶ ὑποτάξαιf ⸀αὑτῷ τὰ πάντα.
4
ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι,a χαρὰ καὶ στέφανόςb μου, οὕτως στήκετεc ἐν κυρίῳ, ἀγαπητοί.
2Εὐοδίανa παρακαλῶb καὶ Συντύχηνc παρακαλῶd τὸ αὐτὸ φρονεῖνe ἐν κυρίῳ.
3ναὶ ἐρωτῶa καὶ σέ, ⸂γνήσιεb σύζυγε⸃,c συλλαμβάνουd αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάνe μοι μετὰ καὶ Κλήμεντοςf καὶ τῶν λοιπῶν συνεργῶνg μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳh ζωῆς.
4Χαίρετεa ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ,b χαίρετε.c
5τὸ ἐπιεικὲςa ὑμῶν γνωσθήτωb πᾶσιν ἀνθρώποις. κύριος ἐγγύς·
6μηδὲν μεριμνᾶτε,a ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσειb μετ’ εὐχαριστίαςc τὰ αἰτήματαd ὑμῶν γνωριζέσθωe πρὸς τὸν θεόν·
7καὶ εἰρήνη τοῦ θεοῦ ὑπερέχουσαa πάντα νοῦνb φρουρήσειc τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματαd ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶνa ἀληθῆ,b ὅσα σεμνά,c ὅσα δίκαια, ὅσα ἁγνά,d ὅσα προσφιλῆ,e ὅσα εὔφημα,f εἴ τις ἀρετὴg καὶ εἴ τις ἔπαινος,h ταῦτα λογίζεσθε·i
9 καὶ ἐμάθετεa καὶ παρελάβετεb καὶ ἠκούσατεc καὶ εἴδετεd ἐν ἐμοί, ταῦτα πράσσετε·e καὶ θεὸς τῆς εἰρήνης ἔσταιf μεθ’ ὑμῶν.
10Ἐχάρηνa δὲ ἐν κυρίῳ μεγάλωςb ὅτι ἤδη ποτὲ ἀνεθάλετεc τὸ ὑπὲρ ἐμοῦ φρονεῖν,d ἐφ’ καὶ ἐφρονεῖτεe ἠκαιρεῖσθεf δέ.
11οὐχ ὅτι καθ’ ὑστέρησινa λέγω,b ἐγὼ γὰρ ἔμαθονc ἐν οἷς εἰμιd αὐτάρκηςe εἶναι·f
12οἶδαa καὶ ταπεινοῦσθαι,b οἶδαc καὶ περισσεύειν·d ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι,e καὶ χορτάζεσθαιf καὶ πεινᾶν,g καὶ περισσεύεινh καὶ ὑστερεῖσθαι·i
13πάντα ἰσχύωa ἐν τῷ ἐνδυναμοῦντίb ⸀με.
14πλὴν καλῶς ἐποιήσατεa συγκοινωνήσαντέςb μου τῇ θλίψει.
15Οἴδατεa δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι,b ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθονc ἀπὸ Μακεδονίας,d οὐδεμία μοι ἐκκλησία ἐκοινώνησενe εἰς λόγον δόσεωςf καὶ λήμψεωςg εἰ μὴ ὑμεῖς μόνοι,
16ὅτι καὶ ἐν Θεσσαλονίκῃa καὶ ἅπαξb καὶ δὶςc εἰς τὴν χρείαν μοι ἐπέμψατε.d
17οὐχ ὅτι ἐπιζητῶa τὸ δόμα,b ἀλλὰ ἐπιζητῶc τὸν καρπὸν τὸν πλεονάζονταd εἰς λόγον ὑμῶν.
18ἀπέχωa δὲ πάντα καὶ περισσεύω·b πεπλήρωμαιc δεξάμενοςd παρὰ Ἐπαφροδίτουe τὰ παρ’ ὑμῶν, ὀσμὴνf εὐωδίας,g θυσίανh δεκτήν,i εὐάρεστονj τῷ θεῷ.
19 δὲ θεός μου πληρώσειa πᾶσαν χρείαν ὑμῶν κατὰ ⸂τὸ πλοῦτος⸃b αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
20τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
21Ἀσπάσασθεa πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονταιb ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
22ἀσπάζονταιa ὑμᾶς πάντες οἱ ἅγιοι, μάλισταb δὲ οἱ ἐκ τῆς Καίσαροςc οἰκίας.
23 χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ ⸂τοῦ πνεύματος⸃ ⸀ὑμῶν.