4
ὥστε, ἀδελφοί μου ἀγαπητοὶ καὶ ἐπιπόθητοι,a
χαρὰ καὶ στέφανόςb
μου, οὕτως στήκετεc
ἐν κυρίῳ, ἀγαπητοί.
2
Εὐοδίανa
παρακαλῶb
καὶ Συντύχηνc
παρακαλῶd
τὸ αὐτὸ φρονεῖνe
ἐν κυρίῳ.
3
ναὶ ἐρωτῶa
καὶ σέ, ⸂γνήσιεb
σύζυγε⸃,c
συλλαμβάνουd
αὐταῖς, αἵτινες ἐν τῷ εὐαγγελίῳ συνήθλησάνe
μοι μετὰ καὶ Κλήμεντοςf
καὶ τῶν λοιπῶν συνεργῶνg
μου, ὧν τὰ ὀνόματα ἐν βίβλῳh
ζωῆς.
4
Χαίρετεa
ἐν κυρίῳ πάντοτε· πάλιν ἐρῶ,b
χαίρετε.c
5
τὸ ἐπιεικὲςa
ὑμῶν γνωσθήτωb
πᾶσιν ἀνθρώποις. ὁ κύριος ἐγγύς·
6
μηδὲν μεριμνᾶτε,a
ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσειb
μετ’ εὐχαριστίαςc
τὰ αἰτήματαd
ὑμῶν γνωριζέσθωe
πρὸς τὸν θεόν·
7
καὶ ἡ εἰρήνη τοῦ θεοῦ ἡ ὑπερέχουσαa
πάντα νοῦνb
φρουρήσειc
τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματαd
ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.
8
Τὸ λοιπόν, ἀδελφοί, ὅσα ἐστὶνa
ἀληθῆ,b
ὅσα σεμνά,c
ὅσα δίκαια, ὅσα ἁγνά,d
ὅσα προσφιλῆ,e
ὅσα εὔφημα,f
εἴ τις ἀρετὴg
καὶ εἴ τις ἔπαινος,h
ταῦτα λογίζεσθε·i
9
ἃ καὶ ἐμάθετεa
καὶ παρελάβετεb
καὶ ἠκούσατεc
καὶ εἴδετεd
ἐν ἐμοί, ταῦτα πράσσετε·e
καὶ ὁ θεὸς τῆς εἰρήνης ἔσταιf
μεθ’ ὑμῶν.
10
Ἐχάρηνa
δὲ ἐν κυρίῳ μεγάλωςb
ὅτι ἤδη ποτὲ ἀνεθάλετεc
τὸ ὑπὲρ ἐμοῦ φρονεῖν,d
ἐφ’ ᾧ καὶ ἐφρονεῖτεe
ἠκαιρεῖσθεf
δέ.
11
οὐχ ὅτι καθ’ ὑστέρησινa
λέγω,b
ἐγὼ γὰρ ἔμαθονc
ἐν οἷς εἰμιd
αὐτάρκηςe
εἶναι·f
12
οἶδαa
καὶ ταπεινοῦσθαι,b
οἶδαc
καὶ περισσεύειν·d
ἐν παντὶ καὶ ἐν πᾶσιν μεμύημαι,e
καὶ χορτάζεσθαιf
καὶ πεινᾶν,g
καὶ περισσεύεινh
καὶ ὑστερεῖσθαι·i
13
πάντα ἰσχύωa
ἐν τῷ ἐνδυναμοῦντίb
⸀με.
14
πλὴν καλῶς ἐποιήσατεa
συγκοινωνήσαντέςb
μου τῇ θλίψει.
15
Οἴδατεa
δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι,b
ὅτι ἐν ἀρχῇ τοῦ εὐαγγελίου, ὅτε ἐξῆλθονc
ἀπὸ Μακεδονίας,d
οὐδεμία μοι ἐκκλησία ἐκοινώνησενe
εἰς λόγον δόσεωςf
καὶ λήμψεωςg
εἰ μὴ ὑμεῖς μόνοι,
16
ὅτι καὶ ἐν Θεσσαλονίκῃa
καὶ ἅπαξb
καὶ δὶςc
εἰς τὴν χρείαν μοι ἐπέμψατε.d
17
οὐχ ὅτι ἐπιζητῶa
τὸ δόμα,b
ἀλλὰ ἐπιζητῶc
τὸν καρπὸν τὸν πλεονάζονταd
εἰς λόγον ὑμῶν.
18
ἀπέχωa
δὲ πάντα καὶ περισσεύω·b
πεπλήρωμαιc
δεξάμενοςd
παρὰ Ἐπαφροδίτουe
τὰ παρ’ ὑμῶν, ὀσμὴνf
εὐωδίας,g
θυσίανh
δεκτήν,i
εὐάρεστονj
τῷ θεῷ.
19
ὁ δὲ θεός μου πληρώσειa
πᾶσαν χρείαν ὑμῶν κατὰ ⸂τὸ πλοῦτος⸃b
αὐτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ.
20
τῷ δὲ θεῷ καὶ πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
21
Ἀσπάσασθεa
πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. ἀσπάζονταιb
ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί.
22
ἀσπάζονταιa
ὑμᾶς πάντες οἱ ἅγιοι, μάλισταb
δὲ οἱ ἐκ τῆς Καίσαροςc
οἰκίας.
23
ἡ χάρις τοῦ κυρίου Ἰησοῦ Χριστοῦ μετὰ ⸂τοῦ πνεύματος⸃ ⸀ὑμῶν.