3
Τὸ λοιπόν, ἀδελφοί μου, χαίρετεa
ἐν κυρίῳ. τὰ αὐτὰ γράφεινb
ὑμῖν ἐμοὶ μὲν οὐκ ὀκνηρόν,c
ὑμῖν δὲ ἀσφαλές.d
2
Βλέπετεa
τοὺς κύνας,b
βλέπετεc
τοὺς κακοὺς ἐργάτας,d
βλέπετεe
τὴν κατατομήν.f
3
ἡμεῖς γάρ ἐσμενa
ἡ περιτομή, οἱ πνεύματι θεοῦ λατρεύοντεςb
καὶ καυχώμενοιc
ἐν Χριστῷ Ἰησοῦ καὶ οὐκ ἐν σαρκὶ πεποιθότες,d
4
καίπερa
ἐγὼ ἔχωνb
πεποίθησινc
καὶ ἐν σαρκί. Εἴ τις δοκεῖd
ἄλλος πεποιθέναιe
ἐν σαρκί, ἐγὼ μᾶλλον·
5
περιτομῇ ὀκταήμερος,a
ἐκ γένουςb
Ἰσραήλ, φυλῆς Βενιαμίν,c
Ἑβραῖοςd
ἐξ Ἑβραίων,e
κατὰ νόμον Φαρισαῖος,
6
κατὰ ⸀ζῆλοςa
διώκωνb
τὴν ἐκκλησίαν, κατὰ δικαιοσύνην τὴν ἐν νόμῳ γενόμενοςc
ἄμεμπτος.d
7
Ἀλλὰ ἅτινα ἦνa
μοι κέρδη,b
ταῦτα ἥγημαιc
διὰ τὸν Χριστὸν ζημίαν.d
8
ἀλλὰ ⸀μενοῦνγεa
καὶ ἡγοῦμαιb
πάντα ζημίανc
εἶναιd
διὰ τὸ ὑπερέχονe
τῆς γνώσεωςf
Χριστοῦ Ἰησοῦ τοῦ κυρίου μου δι’ ὃν τὰ πάντα ἐζημιώθην,g
καὶ ἡγοῦμαιh
⸀σκύβαλαi
ἵνα Χριστὸν κερδήσωj
9
καὶ εὑρεθῶa
ἐν αὐτῷ, μὴ ἔχωνb
ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ, τὴν ἐκ θεοῦ δικαιοσύνην ἐπὶ τῇ πίστει,
10
τοῦ γνῶναιa
αὐτὸν καὶ τὴν δύναμιν τῆς ἀναστάσεως αὐτοῦ καὶ ⸀κοινωνίανb
παθημάτωνc
αὐτοῦ, ⸀συμμορφιζόμενοςd
τῷ θανάτῳ αὐτοῦ,
11
εἴ πως καταντήσωa
εἰς τὴν ἐξανάστασινb
⸂τὴν ἐκ⸃ νεκρῶν.
12
Οὐχ ὅτι ἤδη ἔλαβονa
ἢ ἤδη τετελείωμαι,b
διώκωc
δὲ εἰ καὶ καταλάβω,d
ἐφ’ ᾧ καὶ κατελήμφθηνe
ὑπὸ ⸀Χριστοῦ.
13
ἀδελφοί, ἐγὼ ἐμαυτὸν ⸀οὐ λογίζομαιa
κατειληφέναι·b
ἓν δέ, τὰ μὲν ὀπίσω ἐπιλανθανόμενοςc
τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος,d
14
κατὰ σκοπὸνa
διώκωb
⸀εἰς τὸ βραβεῖονc
τῆς ἄνωd
κλήσεωςe
τοῦ θεοῦ ἐν Χριστῷ Ἰησοῦ.
15
ὅσοι οὖν τέλειοι,a
τοῦτο φρονῶμεν·b
καὶ εἴ τι ἑτέρωςc
φρονεῖτε,d
καὶ τοῦτο ὁ θεὸς ὑμῖν ἀποκαλύψει·e
16
πλὴν εἰς ὃ ἐφθάσαμεν,a
τῷ αὐτῷ ⸀στοιχεῖν.b
17
Συμμιμηταίa
μου γίνεσθε,b
ἀδελφοί, καὶ σκοπεῖτεc
τοὺς οὕτω περιπατοῦνταςd
καθὼς ἔχετεe
τύπονf
ἡμᾶς·
18
πολλοὶ γὰρ περιπατοῦσινa
οὓς πολλάκιςb
ἔλεγονc
ὑμῖν, νῦν δὲ καὶ κλαίωνd
λέγω,e
τοὺς ἐχθροὺς τοῦ σταυροῦf
τοῦ Χριστοῦ,
19
ὧν τὸ τέλος ἀπώλεια,a
ὧν ὁ θεὸς ἡ κοιλίαb
καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃc
αὐτῶν, οἱ τὰ ἐπίγειαd
φρονοῦντες.e
20
ἡμῶν γὰρ τὸ πολίτευμαa
ἐν οὐρανοῖς ὑπάρχει,b
ἐξ οὗ καὶ σωτῆραc
ἀπεκδεχόμεθαd
κύριον Ἰησοῦν Χριστόν,
21
ὃς μετασχηματίσειa
τὸ σῶμα τῆς ταπεινώσεωςb
⸀ἡμῶν σύμμορφονc
τῷ σώματι τῆς δόξης αὐτοῦ κατὰ τὴν ἐνέργειανd
τοῦ δύνασθαιe
αὐτὸν καὶ ὑποτάξαιf
⸀αὑτῷ τὰ πάντα.