Πρὸς Φιλιππησίους

2
Εἴ τις οὖν παράκλησιςa ἐν Χριστῷ, εἴ τι παραμύθιονb ἀγάπης, εἴ τις κοινωνίαc πνεύματος, εἴ τις σπλάγχναd καὶ οἰκτιρμοί,e
2πληρώσατέa μου τὴν χαρὰν ἵνα τὸ αὐτὸ φρονῆτε,b τὴν αὐτὴν ἀγάπην ἔχοντες,c σύμψυχοι,d τὸ ἓν φρονοῦντες,e
3μηδὲν κατ’ ἐριθείανa ⸂μηδὲ κατὰ⸃ κενοδοξίαν,b ἀλλὰ τῇ ταπεινοφροσύνῃc ἀλλήλους ἡγούμενοιd ὑπερέχονταςe ἑαυτῶν,
4μὴ τὰ ἑαυτῶν ⸀ἕκαστοι ⸀σκοποῦντες,a ἀλλὰ καὶ τὰ ἑτέρων ⸁ἕκαστοι.
5τοῦτο ⸀φρονεῖτεa ἐν ὑμῖν καὶ ἐν Χριστῷ Ἰησοῦ,
6ὃς ἐν μορφῇa θεοῦ ὑπάρχωνb οὐχ ἁρπαγμὸνc ἡγήσατοd τὸ εἶναιe ἴσαf θεῷ,
7ἀλλὰ ἑαυτὸν ἐκένωσενa μορφὴνb δούλου λαβών,c ἐν ὁμοιώματιd ἀνθρώπων γενόμενος·e καὶ σχήματιf εὑρεθεὶςg ὡς ἄνθρωπος
8ἐταπείνωσενa ἑαυτὸν γενόμενοςb ὑπήκοοςc μέχριd θανάτου, θανάτου δὲ σταυροῦ·e
9διὸ καὶ θεὸς αὐτὸν ὑπερύψωσεν,a καὶ ἐχαρίσατοb αὐτῷ ⸀τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα,
10ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυa κάμψῃb ἐπουρανίωνc καὶ ἐπιγείωνd καὶ καταχθονίων,e
11καὶ πᾶσα γλῶσσα ἐξομολογήσηταιa ὅτι κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν θεοῦ πατρός.
12Ὥστε, ἀγαπητοί μου, καθὼς πάντοτε ὑπηκούσατε,a μὴ ὡς ἐν τῇ παρουσίᾳb μου μόνον ἀλλὰ νῦν πολλῷ μᾶλλον ἐν τῇ ἀπουσίᾳc μου, μετὰ φόβου καὶ τρόμουd τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε,e
13⸀θεὸς γάρ ἐστινa ἐνεργῶνb ἐν ὑμῖν καὶ τὸ θέλεινc καὶ τὸ ἐνεργεῖνd ὑπὲρ τῆς εὐδοκίας.e
14Πάντα ποιεῖτεa χωρὶς γογγυσμῶνb καὶ διαλογισμῶν,c
15ἵνα γένησθεa ἄμεμπτοιb καὶ ἀκέραιοι,c τέκνα θεοῦ ⸂ἄμωμαd μέσον⸃ γενεᾶς σκολιᾶςe καὶ διεστραμμένης,f ἐν οἷς φαίνεσθεg ὡς φωστῆρεςh ἐν κόσμῳ
16λόγον ζωῆς ἐπέχοντες,a εἰς καύχημαb ἐμοὶ εἰς ἡμέραν Χριστοῦ, ὅτι οὐκ εἰς κενὸνc ἔδραμονd οὐδὲ εἰς κενὸνe ἐκοπίασα.f
17ἀλλὰ εἰ καὶ σπένδομαιa ἐπὶ τῇ θυσίᾳb καὶ λειτουργίᾳc τῆς πίστεως ὑμῶν, χαίρωd καὶ συγχαίρωe πᾶσιν ὑμῖν·
18τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετεa καὶ συγχαίρετέb μοι.
19Ἐλπίζωa δὲ ἐν κυρίῳ Ἰησοῦ Τιμόθεονb ταχέωςc πέμψαιd ὑμῖν, ἵνα κἀγὼ εὐψυχῶe γνοὺςf τὰ περὶ ὑμῶν.
20οὐδένα γὰρ ἔχωa ἰσόψυχονb ὅστις γνησίωςc τὰ περὶ ὑμῶν μεριμνήσει,d
21οἱ πάντες γὰρ τὰ ἑαυτῶν ζητοῦσιν,a οὐ τὰ ⸂Ἰησοῦ Χριστοῦ⸃.
22τὴν δὲ δοκιμὴνa αὐτοῦ γινώσκετε,b ὅτι ὡς πατρὶ τέκνον σὺν ἐμοὶ ἐδούλευσενc εἰς τὸ εὐαγγέλιον.
23τοῦτον μὲν οὖν ἐλπίζωa πέμψαιb ὡς ἂν ἀφίδωc τὰ περὶ ἐμὲ ἐξαυτῆς·d
24πέποιθαa δὲ ἐν κυρίῳ ὅτι καὶ αὐτὸς ταχέωςb ἐλεύσομαι.c
25Ἀναγκαῖονa δὲ ἡγησάμηνb Ἐπαφρόδιτονc τὸν ἀδελφὸν καὶ συνεργὸνd καὶ συστρατιώτηνe μου, ὑμῶν δὲ ἀπόστολον καὶ λειτουργὸνf τῆς χρείας μου, πέμψαιg πρὸς ὑμᾶς,
26ἐπειδὴa ἐπιποθῶνb ἦνc πάντας ⸀ὑμᾶς, καὶ ἀδημονῶνd διότιe ἠκούσατεf ὅτι ἠσθένησεν.g
27καὶ γὰρ ἠσθένησενa παραπλήσιονb ⸀θανάτῳ· ἀλλὰ θεὸς ⸂ἠλέησενc αὐτόν⸃, οὐκ αὐτὸν δὲ μόνον ἀλλὰ καὶ ἐμέ, ἵνα μὴ λύπηνd ἐπὶ λύπηνe σχῶ.f
28σπουδαιοτέρωςa οὖν ἔπεμψαb αὐτὸν ἵνα ἰδόντεςc αὐτὸν πάλιν χαρῆτεd κἀγὼ ἀλυπότεροςe ὦ.f
29προσδέχεσθεa οὖν αὐτὸν ἐν κυρίῳ μετὰ πάσης χαρᾶς, καὶ τοὺς τοιούτους ἐντίμουςb ἔχετε,c
30ὅτι διὰ τὸ ἔργον ⸀Χριστοῦ μέχριa θανάτου ἤγγισεν,b ⸀παραβολευσάμενοςc τῇ ψυχῇ ἵνα ἀναπληρώσῃd τὸ ὑμῶν ὑστέρημαe τῆς πρός με λειτουργίας.f