Πρὸς Φιλιππησίους

1
Παῦλος καὶ Τιμόθεοςa δοῦλοι ⸂Χριστοῦ Ἰησοῦ⸃ πᾶσιν τοῖς ἁγίοις ἐν Χριστῷ Ἰησοῦ τοῖς οὖσινb ἐν Φιλίπποιςc σὺν ἐπισκόποιςd καὶ διακόνοις·e
2χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
3Εὐχαριστῶa τῷ θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳb ὑμῶν
4πάντοτε ἐν πάσῃ δεήσειa μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησινb ποιούμενος,c
5ἐπὶ τῇ κοινωνίᾳa ὑμῶν εἰς τὸ εὐαγγέλιον ἀπὸ ⸀τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
6πεποιθὼςa αὐτὸ τοῦτο ὅτι ἐναρξάμενοςb ἐν ὑμῖν ἔργον ἀγαθὸν ἐπιτελέσειc ἄχρι ἡμέρας ⸂Χριστοῦ Ἰησοῦ⸃·
7καθώς ἐστινa δίκαιον ἐμοὶ τοῦτο φρονεῖνb ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχεινc με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖςd μου καὶ ἐν τῇ ἀπολογίᾳe καὶ βεβαιώσειf τοῦ εὐαγγελίου συγκοινωνούςg μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας·h
8μάρτυς γάρ ⸀μου θεός, ὡς ἐπιποθῶa πάντας ὑμᾶς ἐν σπλάγχνοιςb ⸂Χριστοῦ Ἰησοῦ⸃.
9καὶ τοῦτο προσεύχομαιa ἵνα ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃb ἐν ἐπιγνώσειc καὶ πάσῃ αἰσθήσει,d
10εἰς τὸ δοκιμάζεινa ὑμᾶς τὰ διαφέροντα,b ἵνα ἦτεc εἰλικρινεῖςd καὶ ἀπρόσκοποιe εἰς ἡμέραν Χριστοῦ,
11πεπληρωμένοιa ⸂καρπὸν δικαιοσύνης τὸν⸃ διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινονb θεοῦ.
12Γινώσκεινa δὲ ὑμᾶς βούλομαι,b ἀδελφοί, ὅτι τὰ κατ’ ἐμὲ μᾶλλον εἰς προκοπὴνc τοῦ εὐαγγελίου ἐλήλυθεν,d
13ὥστε τοὺς δεσμούςa μου φανεροὺςb ἐν Χριστῷ γενέσθαιc ἐν ὅλῳ τῷ πραιτωρίῳd καὶ τοῖς λοιποῖς πᾶσιν,
14καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν κυρίῳ πεποιθόταςa τοῖς δεσμοῖςb μου περισσοτέρωςc τολμᾶνd ἀφόβωςe τὸν ⸀λόγον λαλεῖν.f
15Τινὲς μὲν καὶ διὰ φθόνονa καὶ ἔριν,b τινὲς δὲ καὶ δι’ εὐδοκίανc τὸν Χριστὸν κηρύσσουσιν·d
16οἱ μὲν ἐξ ⸂ἀγάπης, εἰδότεςa ὅτι εἰς ἀπολογίανb τοῦ εὐαγγελίου κεῖμαι⸃,c
17οἱ δὲ ἐξ ⸂ἐριθείαςa τὸν Χριστὸν καταγγέλλουσιν,b οὐχ ἁγνῶς,c οἰόμενοιd θλῖψιν ἐγείρεινe τοῖς δεσμοῖςf μου⸃.
18τί γάρ; πλὴν ⸀ὅτι παντὶ τρόπῳ,a εἴτε προφάσειb εἴτε ἀληθείᾳ, Χριστὸς καταγγέλλεται,c καὶ ἐν τούτῳ χαίρω·d ἀλλὰ καὶ χαρήσομαι,e
19οἶδαa γὰρ ὅτι τοῦτό μοι ἀποβήσεταιb εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεωςc καὶ ἐπιχορηγίαςd τοῦ πνεύματος Ἰησοῦ Χριστοῦ,
20κατὰ τὴν ἀποκαραδοκίανa καὶ ἐλπίδα μου ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι,b ἀλλ’ ἐν πάσῃ παρρησίᾳ ὡς πάντοτε καὶ νῦν μεγαλυνθήσεταιc Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
21ἐμοὶ γὰρ τὸ ζῆνa Χριστὸς καὶ τὸ ἀποθανεῖνb κέρδος.c
22εἰ δὲ τὸ ζῆνa ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου— καὶ τί αἱρήσομαιb οὐ γνωρίζω·c
23συνέχομαιa δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχωνb εἰς τὸ ἀναλῦσαιc καὶ σὺν Χριστῷ εἶναι,d πολλῷ ⸀γὰρ μᾶλλον κρεῖσσον,e
24τὸ δὲ ἐπιμένεινa ⸀ἐν τῇ σαρκὶ ἀναγκαιότερονb δι’ ὑμᾶς.
25καὶ τοῦτο πεποιθὼςa οἶδαb ὅτι μενῶc καὶ ⸀παραμενῶd πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴνe καὶ χαρὰν τῆς πίστεως,
26ἵνα τὸ καύχημαa ὑμῶν περισσεύῃb ἐν Χριστῷ Ἰησοῦ ἐν ἐμοὶ διὰ τῆς ἐμῆς παρουσίαςc πάλιν πρὸς ὑμᾶς.
27Μόνον ἀξίωςa τοῦ εὐαγγελίου τοῦ Χριστοῦ πολιτεύεσθε,b ἵνα εἴτε ἐλθὼνc καὶ ἰδὼνd ὑμᾶς εἴτε ἀπὼνe ⸀ἀκούωf τὰ περὶ ὑμῶν, ὅτι στήκετεg ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντεςh τῇ πίστει τοῦ εὐαγγελίου,
28καὶ μὴ πτυρόμενοιa ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένωνb (ἥτις ⸂ἐστὶνc αὐτοῖς⸃ ἔνδειξιςd ἀπωλείας,e ⸀ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ θεοῦ,
29ὅτι ὑμῖν ἐχαρίσθηa τὸ ὑπὲρ Χριστοῦ, οὐ μόνονb τὸ εἰς αὐτὸν πιστεύεινc ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν),d
30τὸν αὐτὸν ἀγῶναa ἔχοντεςb οἷονc εἴδετεd ἐν ἐμοὶ καὶ νῦν ἀκούετεe ἐν ἐμοί.