1
Παῦλος δέσμιοςa
Χριστοῦ Ἰησοῦ καὶ Τιμόθεοςb
ὁ ἀδελφὸς Φιλήμονιc
τῷ ἀγαπητῷ καὶ συνεργῷd
ἡμῶν
2
καὶ Ἀπφίᾳa
τῇ ⸀ἀδελφῇb
καὶ Ἀρχίππῳc
τῷ συστρατιώτῃd
ἡμῶν καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ·
3
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ Χριστοῦ.
4
Εὐχαριστῶa
τῷ θεῷ μου πάντοτε μνείανb
σου ποιούμενοςc
ἐπὶ τῶν προσευχῶν μου,
5
ἀκούωνa
σου τὴν ἀγάπην καὶ τὴν πίστιν ἣν ἔχειςb
⸀πρὸς τὸν κύριον Ἰησοῦν καὶ εἰς πάντας τοὺς ἁγίους,
6
ὅπως ἡ κοινωνίαa
τῆς πίστεώς σου ἐνεργὴςb
γένηταιc
ἐν ἐπιγνώσειd
παντὸς ἀγαθοῦ ⸀τοῦ ἐν ἡμῖν εἰς ⸀Χριστόν·
7
⸀χαρὰν γὰρ ⸂πολλὴν ἔσχον⸃a
καὶ παράκλησινb
ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχναc
τῶν ἁγίων ἀναπέπαυταιd
διὰ σοῦ, ἀδελφέ.
8
Διό, πολλὴν ἐν Χριστῷ παρρησίαν ἔχωνa
ἐπιτάσσεινb
σοι τὸ ἀνῆκον,c
9
διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ,a
τοιοῦτος ὢνb
ὡς Παῦλος πρεσβύτηςc
νυνὶd
δὲ καὶ δέσμιοςe
⸂Χριστοῦ Ἰησοῦ⸃—
10
παρακαλῶa
σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησαb
ἐν τοῖς ⸀δεσμοῖςc
Ὀνήσιμον,d
11
τόν ποτέ σοι ἄχρηστονa
νυνὶb
⸀δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,c
12
ὃν ἀνέπεμψάa
⸂σοι αὐτόν, τοῦτ’ ἔστινb
τὰ ἐμὰ σπλάγχνα⸃·c
13
ὃν ἐγὼ ἐβουλόμηνa
πρὸς ἐμαυτὸν κατέχειν,b
ἵνα ὑπὲρ σοῦ ⸂μοι διακονῇ⸃c
ἐν τοῖς δεσμοῖςd
τοῦ εὐαγγελίου,
14
χωρὶς δὲ τῆς σῆςa
γνώμηςb
οὐδὲν ἠθέλησαc
ποιῆσαι,d
ἵνα μὴ ὡς κατὰ ἀνάγκηνe
τὸ ἀγαθόν σου ᾖf
ἀλλὰ κατὰ ἑκούσιον·g
15
τάχαa
γὰρ διὰ τοῦτο ἐχωρίσθηb
πρὸς ὥραν ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς,c
16
οὐκέτι ὡς δοῦλον ἀλλὰ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλισταa
ἐμοί, πόσῳb
δὲ μᾶλλον σοὶ καὶ ἐν σαρκὶ καὶ ἐν κυρίῳ.
17
Εἰ οὖν με ἔχειςa
κοινωνόν,b
προσλαβοῦc
αὐτὸν ὡς ἐμέ.
18
εἰ δέ τι ἠδίκησένa
σε ἢ ὀφείλει,b
τοῦτο ἐμοὶ ⸀ἐλλόγα·c
19
ἐγὼ Παῦλος ἔγραψαa
τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω·b
ἵνα μὴ λέγωc
σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.d
20
ναί, ἀδελφέ, ἐγώ σου ὀναίμηνa
ἐν κυρίῳ· ἀνάπαυσόνb
μου τὰ σπλάγχναc
ἐν ⸀Χριστῷ.
21
πεποιθὼςa
τῇ ὑπακοῇb
σου ἔγραψάc
σοι, εἰδὼςd
ὅτι καὶ ὑπὲρ ⸀ἃ λέγωe
ποιήσεις.f
22
ἅμαa
δὲ καὶ ἑτοίμαζέb
μοι ξενίαν,c
ἐλπίζωd
γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν χαρισθήσομαιe
ὑμῖν.
23
⸀Ἀσπάζεταίa
σε Ἐπαφρᾶςb
ὁ συναιχμάλωτόςc
μου ἐν Χριστῷ Ἰησοῦ,
24
Μᾶρκος,a
Ἀρίσταρχος,b
Δημᾶς,c
Λουκᾶς,d
οἱ συνεργοίe
μου.
25
Ἡ χάρις τοῦ ⸀κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματος ⸀ὑμῶν.