Κατὰ Μᾶρκον

8
Ἐν ἐκείναις ταῖς ἡμέραις ⸂πάλιν πολλοῦ⸃ ὄχλου ὄντοςa καὶ μὴ ἐχόντωνb τί φάγωσιν,c ⸀προσκαλεσάμενοςd τοὺς ⸀μαθητὰς λέγειe αὐτοῖς·
2Σπλαγχνίζομαιa ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίνb μοι καὶ οὐκ ἔχουσινc τί φάγωσιν·d
3καὶ ἐὰν ἀπολύσωa αὐτοὺς νήστειςb εἰς οἶκον αὐτῶν, ἐκλυθήσονταιc ἐν τῇ ὁδῷ· ⸂καί τινες⸃ αὐτῶν ⸀ἀπὸ μακρόθενd ⸀ἥκασιν.e
4καὶ ἀπεκρίθησανa αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ὅτι Πόθενb τούτους δυνήσεταίc τις ὧδε χορτάσαιd ἄρτων ἐπ’ ἐρημίας;e
5καὶ ⸀ἠρώταa αὐτούς· Πόσουςb ἔχετεc ἄρτους; οἱ δὲ εἶπαν·d Ἑπτά.
6καὶ ⸀παραγγέλλειa τῷ ὄχλῳ ἀναπεσεῖνb ἐπὶ τῆς γῆς· καὶ λαβὼνc τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσαςd ἔκλασενe καὶ ἐδίδουf τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσινg καὶ παρέθηκανh τῷ ὄχλῳ.
7καὶ εἶχονa ἰχθύδιαb ὀλίγα· καὶ εὐλογήσαςc ⸀αὐτὰ εἶπενd ⸂καὶ ταῦτα παρατιθέναι⸃.e
8⸂καὶ ἔφαγον⸃a καὶ ἐχορτάσθησαν,b καὶ ἦρανc περισσεύματαd κλασμάτωνe ἑπτὰ σπυρίδας.f
9ἦσανa ⸀δὲ ὡς τετρακισχίλιοι.b καὶ ἀπέλυσενc αὐτούς.
10καὶ ⸀εὐθὺς ἐμβὰςa εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθενb εἰς τὰ μέρη Δαλμανουθά.c
11Καὶ ἐξῆλθονa οἱ Φαρισαῖοι καὶ ἤρξαντοb συζητεῖνc αὐτῷ, ζητοῦντεςd παρ’ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντεςe αὐτόν.
12καὶ ἀναστενάξαςa τῷ πνεύματι αὐτοῦ λέγει·b Τί γενεὰ αὕτη ⸂ζητεῖc σημεῖον⸃; ἀμὴν λέγωd ⸀ὑμῖν, εἰ δοθήσεταιe τῇ γενεᾷ ταύτῃ σημεῖον.
13καὶ ἀφεὶςa αὐτοὺς ⸂πάλιν ἐμβὰς⸃b ἀπῆλθενc εἰς τὸ πέραν.d
14Καὶ ἐπελάθοντοa λαβεῖνb ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχονc μεθ’ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15καὶ διεστέλλετοa αὐτοῖς λέγων·b Ὁρᾶτε,c βλέπετεd ἀπὸ τῆς ζύμηςe τῶν Φαρισαίων καὶ τῆς ζύμηςf Ἡρῴδου.
16καὶ διελογίζοντοa πρὸς ⸀ἀλλήλους ὅτι ἄρτους οὐκ ⸀ἔχουσιν.b
17καὶ ⸀γνοὺςa λέγειb αὐτοῖς· Τί διαλογίζεσθεc ὅτι ἄρτους οὐκ ἔχετε;d οὔπωe νοεῖτεf οὐδὲ συνίετε;g ⸀πεπωρωμένηνh ἔχετεi τὴν καρδίαν ὑμῶν;
18ὀφθαλμοὺς ἔχοντεςa οὐ βλέπετεb καὶ ὦτα ἔχοντεςc οὐκ ἀκούετε;d καὶ οὐ μνημονεύετεe
19ὅτε τοὺς πέντε ἄρτους ἔκλασαa εἰς τοὺς πεντακισχιλίους,b πόσουςc κοφίνουςd ⸂κλασμάτωνe πλήρεις⸃f ἤρατε;g λέγουσινh αὐτῷ· Δώδεκα.
20ὅτε ⸀καὶ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους,a πόσωνb σπυρίδωνc πληρώματαd κλασμάτωνe ἤρατε;f ⸂καὶ λέγουσινg αὐτῷ⸃· Ἑπτά.
21καὶ ἔλεγενa αὐτοῖς· ⸀Οὔπωb συνίετε;c
22Καὶ ⸀ἔρχονταιa εἰς Βηθσαϊδάν.b καὶ φέρουσινc αὐτῷ τυφλὸν καὶ παρακαλοῦσινd αὐτὸν ἵνα αὐτοῦ ἅψηται.e
23καὶ ἐπιλαβόμενοςa τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκενb αὐτὸν ἔξω τῆς κώμης,c καὶ πτύσαςd εἰς τὰ ὄμματαe αὐτοῦ, ἐπιθεὶςf τὰς χεῖρας αὐτῷ, ἐπηρώταg αὐτόν· Εἴ τι ⸀βλέπεις;h
24καὶ ἀναβλέψαςa ἔλεγεν·b Βλέπωc τοὺς ἀνθρώπους ὅτι ὡς δένδραd ὁρῶe περιπατοῦντας.f
25εἶταa πάλιν ⸀ἐπέθηκενb τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψενc καὶ ἀπεκατέστηd καὶ ἐνέβλεπεν⸃e τηλαυγῶςf ⸀ἅπαντα.
26καὶ ἀπέστειλενa αὐτὸν ⸀εἰς οἶκον αὐτοῦ λέγων·b Μηδὲ εἰς τὴν κώμηνc ⸀εἰσέλθῃς.d
27Καὶ ἐξῆλθενa Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμαςb Καισαρείαςc τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώταd τοὺς μαθητὰς αὐτοῦ λέγωνe αὐτοῖς· Τίνα με λέγουσινf οἱ ἄνθρωποι εἶναι;g
28οἱ δὲ ⸂εἶπανa αὐτῷ λέγοντες⸃b ⸀ὅτι Ἰωάννην τὸν βαπτιστήν,c καὶ ἄλλοι Ἠλίαν,d ἄλλοι δὲ ⸂ὅτι εἷς⸃ τῶν προφητῶν.
29καὶ αὐτὸς ⸂ἐπηρώταa αὐτούς⸃· Ὑμεῖς δὲ τίνα με λέγετεb εἶναι;c ⸀ἀποκριθεὶςd Πέτρος λέγειe αὐτῷ· Σὺ εἶf χριστός.
30καὶ ἐπετίμησενa αὐτοῖς ἵνα μηδενὶ λέγωσινb περὶ αὐτοῦ.
31Καὶ ἤρξατοa διδάσκεινb αὐτοὺς ὅτι δεῖc τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖνd καὶ ἀποδοκιμασθῆναιe ⸀ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναιf καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·g
32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει.a καὶ προσλαβόμενοςb ⸂ὁ Πέτρος αὐτὸν⸃ ἤρξατοc ἐπιτιμᾶνd αὐτῷ.
33 δὲ ἐπιστραφεὶςa καὶ ἰδὼνb τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησενc ⸀Πέτρῳ ⸂καὶ λέγει⸃·d Ὕπαγεe ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖςf τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34Καὶ προσκαλεσάμενοςa τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπενb αὐτοῖς· ⸂Εἴ τις⸃ θέλειc ὀπίσω μου ⸀ἐλθεῖν,d ἀπαρνησάσθωe ἑαυτὸν καὶ ἀράτωf τὸν σταυρὸνg αὐτοῦ καὶ ἀκολουθείτωh μοι.
35ὃς γὰρ ⸀ἐὰν θέλῃa τὴν ⸂ψυχὴν αὐτοῦ⸃ σῶσαιb ἀπολέσειc αὐτήν· ὃς δ’ ἂν ⸀ἀπολέσειd τὴν ⸄ψυχὴν αὐτοῦ⸅ ἕνεκενe ἐμοῦ καὶ τοῦ εὐαγγελίου ⸀σώσειf αὐτήν.
36τί γὰρ ⸀ὠφελεῖa ⸀ἄνθρωπον ⸂κερδῆσαιb τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι⸃c τὴν ψυχὴν αὐτοῦ;
37⸂τί γὰρ⸃ ⸀δοῖa ἄνθρωπος ἀντάλλαγμαb τῆς ψυχῆς αὐτοῦ;
38ὃς γὰρ ἐὰν ἐπαισχυνθῇa με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδιb καὶ ἁμαρτωλῷ, καὶ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεταιc αὐτὸν ὅταν ἔλθῃd ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.