6
Καὶ ἐξῆλθενa
ἐκεῖθεν,b
καὶ ⸀ἔρχεταιc
εἰς τὴν πατρίδαd
αὐτοῦ, καὶ ἀκολουθοῦσινe
αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
2
καὶ γενομένουa
σαββάτου ἤρξατοb
⸂διδάσκεινc
ἐν τῇ συναγωγῇ⸃· καὶ ⸀οἱ πολλοὶ ἀκούοντεςd
ἐξεπλήσσοντοe
λέγοντες·f
Πόθενg
τούτῳ ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσαh
⸀τούτῳ, καὶ ⸀αἱ δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ ⸀γινόμεναι;i
3
οὐχ οὗτός ἐστινa
ὁ τέκτων,b
ὁ υἱὸς ⸀τῆς Μαρίαςc
⸂καὶ ἀδελφὸς⸃ Ἰακώβου καὶ ⸀Ἰωσῆτοςd
καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶνe
αἱ ἀδελφαὶf
αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντοg
ἐν αὐτῷ.
4
⸂καὶ ἔλεγεν⸃a
αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστινb
προφήτης ἄτιμοςc
εἰ μὴ ἐν τῇ πατρίδιd
αὐτοῦ καὶ ἐν τοῖς ⸂συγγενεῦσινe
αὐτοῦ⸃ καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ.
5
καὶ οὐκ ἐδύνατοa
ἐκεῖ ⸂ποιῆσαιb
οὐδεμίαν δύναμιν⸃, εἰ μὴ ὀλίγοις ἀρρώστοιςc
ἐπιθεὶςd
τὰς χεῖρας ἐθεράπευσεν·e
6
καὶ ⸀ἐθαύμαζενa
διὰ τὴν ἀπιστίανb
αὐτῶν. Καὶ περιῆγενc
τὰς κώμαςd
κύκλῳe
διδάσκων.f
7
καὶ προσκαλεῖταιa
τοὺς δώδεκα, καὶ ἤρξατοb
αὐτοὺς ἀποστέλλεινc
δύο δύο, καὶ ἐδίδουd
αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων,
8
καὶ παρήγγειλενa
αὐτοῖς ἵνα μηδὲν αἴρωσινb
εἰς ὁδὸν εἰ μὴ ῥάβδονc
μόνον, μὴ ⸂ἄρτον, μὴ πήραν⸃,d
μὴ εἰς τὴν ζώνηνe
χαλκόν,f
9
ἀλλὰ ὑποδεδεμένουςa
σανδάλια,b
καὶ μὴ ⸀ἐνδύσησθεc
δύο χιτῶνας.d
10
καὶ ἔλεγενa
αὐτοῖς· Ὅπου ⸀ἐὰν εἰσέλθητεb
εἰς οἰκίαν, ἐκεῖ μένετεc
ἕως ἂν ἐξέλθητεd
ἐκεῖθεν.e
11
καὶ ⸂ὃς ἂν τόπος μὴ δέξηται⸃a
ὑμᾶς μηδὲ ἀκούσωσινb
ὑμῶν, ἐκπορευόμενοιc
ἐκεῖθενd
ἐκτινάξατεe
τὸν χοῦνf
τὸν ὑποκάτωg
τῶν ποδῶν ὑμῶν εἰς μαρτύριονh
⸀αὐτοῖς.
12
Καὶ ἐξελθόντεςa
⸀ἐκήρυξανb
ἵνα ⸀μετανοῶσιν,c
13
καὶ δαιμόνια πολλὰ ἐξέβαλλον,a
καὶ ἤλειφονb
ἐλαίῳc
πολλοὺς ἀρρώστουςd
καὶ ἐθεράπευον.e
14
Καὶ ἤκουσενa
ὁ βασιλεὺς Ἡρῴδης, φανερὸνb
γὰρ ἐγένετοc
τὸ ὄνομα αὐτοῦ, καὶ ⸀ἔλεγονd
ὅτι Ἰωάννης ὁ βαπτίζωνe
⸂ἐγήγερταιf
ἐκ νεκρῶν⸃, καὶ διὰ τοῦτο ἐνεργοῦσινg
αἱ δυνάμεις ἐν αὐτῷ·
15
ἄλλοι ⸀δὲ ἔλεγονa
ὅτι Ἠλίαςb
ἐστίν·c
ἄλλοι δὲ ἔλεγονd
ὅτι ⸀προφήτης ὡς εἷς τῶν προφητῶν.
16
ἀκούσαςa
δὲ ⸀ὁ Ἡρῴδης ⸀ἔλεγεν·b
Ὃν ἐγὼ ἀπεκεφάλισαc
Ἰωάννην, οὗτος ⸀ἠγέρθη.d
17
Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλαςa
ἐκράτησενb
τὸν Ἰωάννην καὶ ἔδησενc
αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδαd
τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν·e
18
ἔλεγενa
γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίνb
σοι ἔχεινc
τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου.
19
ἡ δὲ Ἡρῳδιὰςa
ἐνεῖχενb
αὐτῷ καὶ ἤθελενc
αὐτὸν ἀποκτεῖναι,d
καὶ οὐκ ἠδύνατο·e
20
ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτοa
τὸν Ἰωάννην, εἰδὼςb
αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρειc
αὐτόν, καὶ ἀκούσαςd
αὐτοῦ πολλὰ ⸀ἠπόρει,e
καὶ ἡδέωςf
αὐτοῦ ἤκουεν.g
21
Καὶ γενομένηςa
ἡμέρας εὐκαίρουb
ὅτε Ἡρῴδης τοῖς γενεσίοιςc
αὐτοῦ δεῖπνονd
⸀ἐποίησενe
τοῖς μεγιστᾶσινf
αὐτοῦ καὶ τοῖς χιλιάρχοιςg
καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας,
22
καὶ εἰσελθούσηςa
τῆς θυγατρὸςb
⸂αὐτῆς τῆς⸃ Ἡρῳδιάδοςc
καὶ ὀρχησαμένηςd
⸂καὶ ἀρεσάσης⸃e
τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις,f
⸂εἶπενg
ὁ βασιλεὺς⸃ τῷ κορασίῳ·h
Αἴτησόνi
με ὃ ἐὰν θέλῃς,j
καὶ δώσωk
σοι·
23
καὶ ὤμοσενa
⸀αὐτῇ· ⸂Ὅ τι⸃ ἐάν με αἰτήσῃςb
δώσωc
σοι ἕως ἡμίσουςd
τῆς βασιλείας μου.
24
⸀καὶ ἐξελθοῦσαa
εἶπενb
τῇ μητρὶ αὐτῆς· Τί ⸀αἰτήσωμαι;c
ἡ δὲ εἶπεν·d
Τὴν κεφαλὴν Ἰωάννου τοῦ ⸀βαπτίζοντος.e
25
καὶ εἰσελθοῦσαa
⸀εὐθὺς μετὰ σπουδῆςb
πρὸς τὸν βασιλέα ᾐτήσατοc
λέγουσα·d
Θέλωe
ἵνα ⸂ἐξαυτῆςf
δῷςg
μοι⸃ ἐπὶ πίνακιh
τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ.i
26
καὶ περίλυποςa
γενόμενοςb
ὁ βασιλεὺς διὰ τοὺς ὅρκουςc
καὶ τοὺς ⸀ἀνακειμένουςd
οὐκ ἠθέλησενe
⸂ἀθετῆσαιf
αὐτήν⸃·
27
καὶ ⸀εὐθὺς ἀποστείλαςa
ὁ βασιλεὺς σπεκουλάτοραb
ἐπέταξενc
⸀ἐνέγκαιd
τὴν κεφαλὴν αὐτοῦ. ⸀καὶ ἀπελθὼνe
ἀπεκεφάλισενf
αὐτὸν ἐν τῇ φυλακῇ
28
καὶ ἤνεγκενa
τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακιb
καὶ ἔδωκενc
αὐτὴν τῷ κορασίῳ,d
καὶ τὸ κοράσιονe
ἔδωκενf
αὐτὴν τῇ μητρὶ αὐτῆς.
29
καὶ ἀκούσαντεςa
οἱ μαθηταὶ αὐτοῦ ἦλθονb
καὶ ἦρανc
τὸ πτῶμαd
αὐτοῦ καὶ ἔθηκανe
αὐτὸ ἐν μνημείῳ.
30
Καὶ συνάγονταιa
οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλανb
αὐτῷ ⸀πάντα ὅσα ἐποίησανc
καὶ ὅσα ἐδίδαξαν.d
31
καὶ ⸀λέγειa
αὐτοῖς· Δεῦτεb
ὑμεῖς αὐτοὶ κατ’ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθεc
ὀλίγον. ἦσανd
γὰρ οἱ ἐρχόμενοιe
καὶ οἱ ὑπάγοντεςf
πολλοί, καὶ οὐδὲ φαγεῖνg
εὐκαίρουν.h
32
καὶ ἀπῆλθονa
⸂ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον⸃ κατ’ ἰδίαν.
33
καὶ εἶδονa
αὐτοὺς ὑπάγονταςb
καὶ ⸀ἐπέγνωσανc
πολλοί, καὶ πεζῇd
ἀπὸ πασῶν τῶν πόλεων συνέδραμονe
ἐκεῖ καὶ προῆλθονf
⸀αὐτούς.
34
καὶ ἐξελθὼνa
⸀εἶδενb
πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθηc
ἐπ’ ⸀αὐτοὺς ὅτι ἦσανd
ὡς πρόβατα μὴ ἔχονταe
ποιμένα,f
καὶ ἤρξατοg
διδάσκεινh
αὐτοὺς πολλά.
35
Καὶ ἤδη ὥρας πολλῆς γενομένηςa
προσελθόντεςb
αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ἔλεγονc
ὅτι Ἔρημός ἐστινd
ὁ τόπος, καὶ ἤδη ὥρα πολλή·
36
ἀπόλυσονa
αὐτούς, ἵνα ἀπελθόντεςb
εἰς τοὺς κύκλῳc
ἀγροὺς καὶ κώμαςd
ἀγοράσωσινe
ἑαυτοῖς ⸂τί φάγωσιν⸃.f
37
ὁ δὲ ἀποκριθεὶςa
εἶπενb
αὐτοῖς· Δότεc
αὐτοῖς ὑμεῖς φαγεῖν.d
καὶ λέγουσινe
αὐτῷ· Ἀπελθόντεςf
ἀγοράσωμενg
δηναρίωνh
διακοσίωνi
ἄρτους καὶ ⸀δώσομενj
αὐτοῖς φαγεῖν;k
38
ὁ δὲ λέγειa
αὐτοῖς· Πόσουςb
⸂ἔχετεc
ἄρτους⸃; ⸀ὑπάγετεd
ἴδετε.e
καὶ γνόντεςf
λέγουσιν·g
Πέντε, καὶ δύο ἰχθύας.h
39
καὶ ἐπέταξενa
αὐτοῖς ⸀ἀνακλῖναιb
πάντας συμπόσιαc
συμπόσιαd
ἐπὶ τῷ χλωρῷe
χόρτῳ.f
40
καὶ ἀνέπεσανa
πρασιαὶb
πρασιαὶc
⸀κατὰ ἑκατὸνd
καὶ ⸁κατὰ πεντήκοντα.e
41
καὶ λαβὼνa
τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύαςb
ἀναβλέψαςc
εἰς τὸν οὐρανὸν εὐλόγησενd
καὶ κατέκλασενe
τοὺς ἄρτους καὶ ἐδίδουf
τοῖς μαθηταῖς ⸀αὐτοῦ ἵνα ⸀παρατιθῶσινg
αὐτοῖς, καὶ τοὺς δύο ἰχθύαςh
ἐμέρισενi
πᾶσιν.
42
καὶ ἔφαγονa
πάντες καὶ ἐχορτάσθησαν·b
43
καὶ ἦρανa
⸂κλάσματαb
δώδεκα κοφίνωνc
πληρώματα⸃d
καὶ ἀπὸ τῶν ἰχθύων.e
44
καὶ ἦσανa
οἱ φαγόντεςb
⸂τοὺς ἄρτους⸃ πεντακισχίλιοιc
ἄνδρες.
45
Καὶ ⸀εὐθὺς ἠνάγκασενa
τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναιb
εἰς τὸ πλοῖον καὶ προάγεινc
⸂εἰς τὸ πέραν⸃d
πρὸς Βηθσαϊδάν,e
ἕως αὐτὸς ⸀ἀπολύειf
τὸν ὄχλον.
46
καὶ ἀποταξάμενοςa
αὐτοῖς ἀπῆλθενb
εἰς τὸ ὄρος προσεύξασθαι.c
47
Καὶ ὀψίαςa
γενομένηςb
ἦνc
τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς.
48
καὶ ⸀ἰδὼνa
αὐτοὺς βασανιζομένουςb
ἐν τῷ ἐλαύνειν,c
ἦνd
γὰρ ὁ ἄνεμος ἐναντίοςe
⸀αὐτοῖς, περὶ τετάρτηνf
φυλακὴν τῆς νυκτὸς ἔρχεταιg
πρὸς αὐτοὺς περιπατῶνh
ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελενi
παρελθεῖνj
αὐτούς.
49
οἱ δὲ ἰδόντεςa
αὐτὸν ⸂ἐπὶ τῆς θαλάσσης περιπατοῦντα⸃b
ἔδοξανc
⸂ὅτι φάντασμάd
ἐστιν⸃e
καὶ ἀνέκραξαν,f
50
πάντες γὰρ αὐτὸν εἶδονa
καὶ ἐταράχθησαν.b
⸂ὁ δὲ εὐθὺς⸃ ἐλάλησενc
μετ’ αὐτῶν, καὶ λέγειd
αὐτοῖς· Θαρσεῖτε,e
ἐγώ εἰμι,f
μὴ φοβεῖσθε.g
51
καὶ ἀνέβηa
πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασενb
ὁ ἄνεμος. καὶ λίανc
⸂ἐκ περισσοῦ⸃d
ἐν ἑαυτοῖς ⸀ἐξίσταντο,e
52
οὐ γὰρ συνῆκανa
ἐπὶ τοῖς ἄρτοις, ⸂ἀλλ’ ἦν⸃b
αὐτῶν ἡ καρδία πεπωρωμένη.c
53
Καὶ διαπεράσαντεςa
⸂ἐπὶ τὴν γῆν ἦλθονb
εἰς⸃ Γεννησαρὲτc
καὶ προσωρμίσθησαν.d
54
καὶ ἐξελθόντωνa
αὐτῶν ἐκ τοῦ πλοίου ⸀εὐθὺς ἐπιγνόντεςb
αὐτὸν
55
⸂περιέδραμονa
ὅλην τὴν χώρανb
ἐκείνην καὶ⸃ ἤρξαντοc
ἐπὶ τοῖς κραβάττοιςd
τοὺς κακῶςe
ἔχονταςf
περιφέρεινg
ὅπου ἤκουονh
⸀ὅτι ἐστίν.i
56
καὶ ὅπου ἂν εἰσεπορεύετοa
εἰς κώμαςb
ἢ ⸂εἰς πόλεις ἢ εἰς⸃ ἀγροὺς ἐν ταῖς ἀγοραῖςc
⸀ἐτίθεσανd
τοὺς ἀσθενοῦντας,e
καὶ παρεκάλουνf
αὐτὸν ἵνα κἂνg
τοῦ κρασπέδουh
τοῦ ἱματίου αὐτοῦ ἅψωνται·i
καὶ ὅσοι ἂν ⸀ἥψαντοj
αὐτοῦ ἐσῴζοντο.k