5
Καὶ ἦλθονa
εἰς τὸ πέρανb
τῆς θαλάσσης εἰς τὴν χώρανc
τῶν ⸀Γερασηνῶν.d
2
καὶ ⸂ἐξελθόντοςa
αὐτοῦ⸃ ἐκ τοῦ πλοίου ⸂εὐθὺς ὑπήντησεν⸃b
αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ,
3
ὃς τὴν κατοίκησινa
εἶχενb
ἐν τοῖς μνήμασιν,c
καὶ ⸂οὐδὲ ἁλύσειd
οὐκέτι⸃ οὐδεὶς ἐδύνατοe
αὐτὸν δῆσαιf
4
διὰ τὸ αὐτὸν πολλάκιςa
πέδαιςb
καὶ ἁλύσεσιc
δεδέσθαιd
καὶ διεσπάσθαιe
ὑπ’ αὐτοῦ τὰς ἁλύσειςf
καὶ τὰς πέδαςg
συντετρῖφθαι,h
καὶ οὐδεὶς ⸂ἴσχυενi
αὐτὸν⸃ δαμάσαι·j
5
καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ⸂μνήμασινa
καὶ ἐν τοῖς ὄρεσιν⸃ ἦνb
κράζωνc
καὶ κατακόπτωνd
ἑαυτὸν λίθοις.
6
⸂καὶ ἰδὼν⸃a
τὸν Ἰησοῦν ἀπὸ μακρόθενb
ἔδραμενc
καὶ προσεκύνησενd
⸀αὐτόν,
7
καὶ κράξαςa
φωνῇ μεγάλῃ ⸀λέγει·b
Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου;c
ὁρκίζωd
σε τὸν θεόν, μή με βασανίσῃς.e
8
ἔλεγενa
γὰρ αὐτῷ· Ἔξελθεb
τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου.
9
καὶ ἐπηρώταa
αὐτόν· Τί ⸂ὄνομά σοι⸃; καὶ ⸂λέγειb
αὐτῷ⸃· ⸀Λεγιὼνc
ὄνομά μοι, ὅτι πολλοί ἐσμεν·d
10
καὶ παρεκάλειa
αὐτὸν πολλὰ ἵνα μὴ ⸀αὐτὰ ἀποστείλῃb
ἔξω τῆς χώρας.c
11
ἦνa
δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέληb
χοίρωνc
μεγάλη βοσκομένη·d
12
καὶ παρεκάλεσανa
⸀αὐτὸν λέγοντες·b
Πέμψονc
ἡμᾶς εἰς τοὺς χοίρους,d
ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν.e
13
καὶ ἐπέτρεψενa
⸀αὐτοῖς. καὶ ἐξελθόνταb
τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθονc
εἰς τοὺς χοίρους,d
καὶ ὥρμησενe
ἡ ἀγέληf
κατὰ τοῦ κρημνοῦg
εἰς τὴν θάλασσαν, ⸀ὡς δισχίλιοι,h
καὶ ἐπνίγοντοi
ἐν τῇ θαλάσσῃ.
14
⸂Καὶ οἱ⸃ βόσκοντεςa
⸀αὐτοὺς ἔφυγονb
καὶ ⸀ἀπήγγειλανc
εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ⸀ἦλθονd
ἰδεῖνe
τί ἐστινf
τὸ γεγονός.g
15
καὶ ἔρχονταιa
πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσινb
τὸν δαιμονιζόμενονc
⸀καθήμενονd
ἱματισμένονe
καὶ σωφρονοῦντα,f
τὸν ἐσχηκόταg
τὸν ⸀λεγιῶνα,h
καὶ ἐφοβήθησαν.i
16
⸂καὶ διηγήσαντο⸃a
αὐτοῖς οἱ ἰδόντεςb
πῶς ἐγένετοc
τῷ δαιμονιζομένῳd
καὶ περὶ τῶν χοίρων.e
17
καὶ ἤρξαντοa
παρακαλεῖνb
αὐτὸν ἀπελθεῖνc
ἀπὸ τῶν ὁρίωνd
αὐτῶν.
18
καὶ ⸀ἐμβαίνοντοςa
αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλειb
αὐτὸν ὁ δαιμονισθεὶςc
ἵνα ⸂μετ’ αὐτοῦ ᾖ⸃.d
19
⸀καὶ οὐκ ἀφῆκενa
αὐτόν, ἀλλὰ λέγειb
αὐτῷ· Ὕπαγεc
εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς,d
καὶ ⸀ἀπάγγειλονe
αὐτοῖς ὅσα ⸂ὁ κύριός σοι⸃ πεποίηκενf
καὶ ἠλέησένg
σε.
20
καὶ ἀπῆλθενa
καὶ ἤρξατοb
κηρύσσεινc
ἐν τῇ Δεκαπόλειd
ὅσα ἐποίησενe
αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.f
21
Καὶ διαπεράσαντοςa
τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέρανb
συνήχθηc
ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦνd
παρὰ τὴν θάλασσαν.
22
⸀καὶ ἔρχεταιa
εἷς τῶν ἀρχισυναγώγων,b
ὀνόματι Ἰάϊρος,c
καὶ ἰδὼνd
αὐτὸν πίπτειe
πρὸς τοὺς πόδας αὐτοῦ
23
καὶ ⸀παρακαλεῖa
αὐτὸν πολλὰ λέγωνb
ὅτι Τὸ θυγάτριόνc
μου ἐσχάτωςd
ἔχει,e
ἵνα ἐλθὼνf
ἐπιθῇςg
⸂τὰς χεῖρας αὐτῇ⸃ ⸀ἵνα σωθῇh
καὶ ⸀ζήσῃ.i
24
καὶ ἀπῆλθενa
μετ’ αὐτοῦ. Καὶ ἠκολούθειb
αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβονc
αὐτόν.
25
καὶ ⸀γυνὴ οὖσαa
ἐν ῥύσειb
αἵματος ⸂δώδεκα ἔτη⸃
26
καὶ πολλὰ παθοῦσαa
ὑπὸ πολλῶν ἰατρῶνb
καὶ δαπανήσασαc
τὰ παρ’ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσαd
ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρονe
ἐλθοῦσα,f
27
⸀ἀκούσασαa
περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσαb
ἐν τῷ ὄχλῳ ὄπισθενc
ἥψατοd
τοῦ ἱματίου αὐτοῦ·
28
ἔλεγενa
γὰρ ὅτι ⸂Ἐὰν ἅψωμαιb
κἂνc
τῶν ἱματίων αὐτοῦ⸃ σωθήσομαι.d
29
καὶ ⸀εὐθὺς ἐξηράνθηa
ἡ πηγὴb
τοῦ αἵματος αὐτῆς, καὶ ἔγνωc
τῷ σώματι ὅτι ἴαταιd
ἀπὸ τῆς μάστιγος.e
30
καὶ ⸀εὐθὺς ὁ Ἰησοῦς ἐπιγνοὺςa
ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσανb
ἐπιστραφεὶςc
ἐν τῷ ὄχλῳ ἔλεγεν·d
Τίς μου ἥψατοe
τῶν ἱματίων;
31
καὶ ἔλεγονa
αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπειςb
τὸν ὄχλον συνθλίβοντάc
σε, καὶ λέγεις·d
Τίς μου ἥψατο;e
32
καὶ περιεβλέπετοa
ἰδεῖνb
τὴν τοῦτο ποιήσασαν.c
33
ἡ δὲ γυνὴ φοβηθεῖσαa
καὶ τρέμουσα,b
εἰδυῖαc
ὃ γέγονενd
⸀αὐτῇ, ἦλθενe
καὶ προσέπεσενf
αὐτῷ καὶ εἶπενg
αὐτῷ πᾶσαν τὴν ἀλήθειαν.
34
ὁ δὲ εἶπενa
αὐτῇ· ⸀Θυγάτηρ,b
ἡ πίστις σου σέσωκένc
σε· ὕπαγεd
εἰς εἰρήνην, καὶ ἴσθιe
ὑγιὴςf
ἀπὸ τῆς μάστιγόςg
σου.
35
Ἔτι αὐτοῦ λαλοῦντοςa
ἔρχονταιb
ἀπὸ τοῦ ἀρχισυναγώγουc
λέγοντεςd
ὅτι Ἡ θυγάτηρe
σου ἀπέθανεν·f
τί ἔτι σκύλλειςg
τὸν διδάσκαλον;
36
ὁ δὲ Ἰησοῦς ⸀παρακούσαςa
τὸν λόγον λαλούμενονb
λέγειc
τῷ ἀρχισυναγώγῳ·d
Μὴ φοβοῦ,e
μόνον πίστευε.f
37
καὶ οὐκ ἀφῆκενa
οὐδένα ⸂μετ’ αὐτοῦ⸃ συνακολουθῆσαιb
εἰ μὴ ⸀τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου.
38
καὶ ⸀ἔρχονταιa
εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου,b
καὶ θεωρεῖc
θόρυβονd
⸀καὶ κλαίονταςe
καὶ ἀλαλάζονταςf
πολλά,
39
καὶ εἰσελθὼνa
λέγειb
αὐτοῖς· Τί θορυβεῖσθεc
καὶ κλαίετε;d
τὸ παιδίον οὐκ ἀπέθανενe
ἀλλὰ καθεύδει.f
40
καὶ κατεγέλωνa
αὐτοῦ. ⸀αὐτὸς δὲ ἐκβαλὼνb
πάντας παραλαμβάνειc
τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εἰσπορεύεταιd
ὅπου ἦνe
τὸ ⸀παιδίον·
41
καὶ κρατήσαςa
τῆς χειρὸς τοῦ παιδίου λέγειb
αὐτῇ· Ταλιθαc
⸀κουμ,d
ὅ ἐστινe
μεθερμηνευόμενον·f
Τὸ κοράσιον,g
σοὶ λέγω,h
⸀ἔγειρε.i
42
καὶ ⸀εὐθὺς ἀνέστηa
τὸ κοράσιονb
καὶ περιεπάτει,c
ἦνd
γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησανe
⸁εὐθὺς ἐκστάσειf
μεγάλῃ.
43
καὶ διεστείλατοa
αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖb
τοῦτο, καὶ εἶπενc
δοθῆναιd
αὐτῇ φαγεῖν.e