Κατὰ Μᾶρκον

3
Καὶ εἰσῆλθενa πάλιν ⸀εἰς συναγωγήν, καὶ ἦνb ἐκεῖ ἄνθρωπος ἐξηραμμένηνc ἔχωνd τὴν χεῖρα.
2καὶ παρετήρουνa αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσειb αὐτόν, ἵνα ⸀κατηγορήσωσινc αὐτοῦ.
3καὶ λέγειa τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντιb ξηράν⸃·c ⸀Ἔγειρεd εἰς τὸ μέσον.
4καὶ λέγειa αὐτοῖς· Ἔξεστινb τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαιc κακοποιῆσαι,d ψυχὴν σῶσαιe ἀποκτεῖναι;f οἱ δὲ ἐσιώπων.g
5καὶ περιβλεψάμενοςa αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενοςb ἐπὶ τῇ πωρώσειc τῆς καρδίας αὐτῶν, λέγειd τῷ ἀνθρώπῳ· Ἔκτεινονe τὴν ⸀χεῖρα· καὶ ἐξέτεινεν,f καὶ ἀπεκατεστάθηg χεὶρ ⸀αὐτοῦ.
6καὶ ἐξελθόντεςa οἱ Φαρισαῖοι ⸀εὐθὺς μετὰ τῶν Ἡρῳδιανῶνb συμβούλιονc ⸀ἐδίδουνd κατ’ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.e
7Καὶ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν⸃a πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν,b καὶ ἀπὸ τῆς Ἰουδαίας
8καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίαςa ⸀καὶ πέρανb τοῦ Ἰορδάνουc ⸁καὶ περὶ Τύρονd καὶ Σιδῶνα,e πλῆθος πολύ, ⸀ἀκούοντεςf ὅσα ⸀ἐποίειg ἦλθονh πρὸς αὐτόν.
9καὶ εἶπενa τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριονb προσκαρτερῇc αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσινd αὐτόν·
10πολλοὺς γὰρ ἐθεράπευσεν,a ὥστε ἐπιπίπτεινb αὐτῷ ἵνα αὐτοῦ ἅψωνταιc ὅσοι εἶχονd μάστιγας.e
11καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν,a προσέπιπτον⸃b αὐτῷ καὶ ⸀ἔκραζονc ⸀λέγονταd ὅτι Σὺ εἶe υἱὸς τοῦ θεοῦ.
12καὶ πολλὰ ἐπετίμαa αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν⸃b ⸀ποιήσωσιν.c
13Καὶ ἀναβαίνειa εἰς τὸ ὄρος καὶ προσκαλεῖταιb οὓς ἤθελενc αὐτός, καὶ ἀπῆλθονd πρὸς αὐτόν.
14καὶ ἐποίησενa ⸀δώδεκα, ἵνα ὦσινb μετ’ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃc αὐτοὺς κηρύσσεινd
15καὶ ἔχεινa ⸀ἐξουσίαν ἐκβάλλεινb τὰ δαιμόνια·
16καὶ ⸂ἐποίησενa τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκενb ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον,
17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίουa καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκενb αὐτοῖς ⸀ὀνόματα Βοανηργές,c ἐστινd Υἱοὶ Βροντῆς),e
18καὶ Ἀνδρέανa καὶ Φίλιππον καὶ Βαρθολομαῖονb καὶ Μαθθαῖονc καὶ Θωμᾶνd καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίουe καὶ Θαδδαῖονf καὶ Σίμωνα τὸν ⸀Καναναῖονg
19καὶ Ἰούδαν ⸀Ἰσκαριώθ,a ὃς καὶ παρέδωκενb αὐτόν.
20Καὶ ⸀ἔρχεταιa εἰς οἶκον· καὶ συνέρχεταιb πάλιν ⸀ὁ ὄχλος, ὥστε μὴ δύνασθαιc αὐτοὺς ⸀μηδὲ ἄρτον φαγεῖν.d
21καὶ ἀκούσαντεςa οἱ παρ’ αὐτοῦ ἐξῆλθονb κρατῆσαιc αὐτόν, ἔλεγονd γὰρ ὅτι ἐξέστη.e
22καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντεςa ἔλεγονb ὅτι Βεελζεβοὺλc ἔχειd καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλειe τὰ δαιμόνια.
23καὶ προσκαλεσάμενοςa αὐτοὺς ἐν παραβολαῖς ἔλεγενb αὐτοῖς· Πῶς δύναταιc Σατανᾶς Σατανᾶν ἐκβάλλειν;d
24καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ,a οὐ δύναταιb σταθῆναιc βασιλεία ἐκείνη·
25καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ,a οὐ ⸀δυνήσεταιb ⸂ἡ οἰκία ἐκείνη σταθῆναι⸃·c
26καὶ εἰ Σατανᾶς ἀνέστηa ἐφ’ ἑαυτὸν καὶ ⸀ἐμερίσθη,b οὐ δύναταιc ⸀στῆναιd ἀλλὰ τέλος ἔχει.e
27⸂ἀλλ’ οὐδεὶς δύναται⸃a ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦb εἰσελθὼνc τὰ σκεύη⸃d αὐτοῦ διαρπάσαιe ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸνf δήσῃ,g καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει.h
28Ἀμὴν λέγωa ὑμῖν ὅτι πάντα ἀφεθήσεταιb ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃c καὶ ⸂αἱ βλασφημίαιd ὅσα ἐὰν⸃ βλασφημήσωσιν·e
29ὃς δ’ ἂν βλασφημήσῃa εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχειb ἄφεσινc εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχόςd ἐστινe αἰωνίου ⸀ἁμαρτήματος.f
30ὅτι ἔλεγον·a Πνεῦμα ἀκάθαρτον ἔχει.b
31⸂Καὶ ἔρχονται⸃a ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ⸃ καὶ ἔξω ⸀στήκοντεςb ἀπέστειλανc πρὸς αὐτὸν ⸀καλοῦντεςd αὐτόν.
32καὶ ἐκάθητοa ⸂περὶ αὐτὸν ὄχλος⸃, ⸂καὶ λέγουσιν⸃b αὐτῷ· Ἰδοὺ μήτηρ σου καὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίνc σε.
33καὶ ⸂ἀποκριθεὶςa αὐτοῖς λέγει⸃·b Τίς ἐστινc μήτηρ μου ⸀ἢ οἱ ἀδελφοί ⸀μου;
34καὶ περιβλεψάμενοςa ⸂τοὺς περὶ αὐτὸν κύκλῳ⸃b καθημένουςc λέγει·d Ἴδε μήτηρ μου καὶ οἱ ἀδελφοί μου·
35ὃς ⸀γὰρ ἂν ποιήσῃa τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴb καὶ μήτηρ ἐστίν.c