Κατὰ Μᾶρκον

16
Καὶ διαγενομένουa τοῦ σαββάτου ⸀Μαρίαb Μαγδαληνὴc καὶ Μαρίαd ⸂ἡ τοῦ⸃ Ἰακώβου καὶ Σαλώμηe ἠγόρασανf ἀρώματαg ἵνα ἐλθοῦσαιh ἀλείψωσινi αὐτόν.
2καὶ λίανa πρωῒb ⸂τῇ μιᾷ τῶν⸃ σαββάτων ἔρχονταιc ἐπὶ τὸ μνημεῖον ἀνατείλαντοςd τοῦ ἡλίου.
3καὶ ἔλεγονa πρὸς ἑαυτάς· Τίς ἀποκυλίσειb ἡμῖν τὸν λίθον ⸀ἐκ τῆς θύρας τοῦ μνημείου;
4καὶ ἀναβλέψασαιa θεωροῦσινb ὅτι ⸀ἀποκεκύλισταιc λίθος, ἦνd γὰρ μέγας σφόδρα.e
5καὶ εἰσελθοῦσαιa εἰς τὸ μνημεῖον εἶδονb νεανίσκονc καθήμενονd ἐν τοῖς δεξιοῖς περιβεβλημένονe στολὴνf λευκήν,g καὶ ἐξεθαμβήθησαν.h
6 δὲ λέγειa αὐταῖς· Μὴ ἐκθαμβεῖσθε·b Ἰησοῦν ζητεῖτεc τὸν Ναζαρηνὸνd τὸν ἐσταυρωμένον·e ἠγέρθη,f οὐκ ἔστινg ὧδε· ἴδε τόπος ὅπου ἔθηκανh αὐτόν·
7ἀλλὰ ὑπάγετεa εἴπατεb τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ ὅτι Προάγειc ὑμᾶς εἰς τὴν Γαλιλαίαν· ἐκεῖ αὐτὸν ὄψεσθε,d καθὼς εἶπενe ὑμῖν.
8καὶ ἐξελθοῦσαιa ἔφυγονb ἀπὸ τοῦ μνημείου, εἶχενc ⸀γὰρ αὐτὰς τρόμοςd καὶ ἔκστασις·e καὶ οὐδενὶ οὐδὲν εἶπαν,f ἐφοβοῦντοg ⸁γάρ. ⟦Πάντα δὲ τὰ παρηγγελμέναh τοῖς περὶ τὸν Πέτρον συντόμωςi ἐξήγγειλαν.j μετὰ δὲ ταῦτα καὶ αὐτὸς Ἰησοῦς ἀπὸ ἀνατολῆςk καὶ ἄχρι δύσεωςl ἐξαπέστειλενm δι’ αὐτῶν τὸ ἱερὸν καὶ ἄφθαρτονn κήρυγμαo τῆς αἰωνίου σωτηρίας. ἀμήν.⟧
9⟦Ἀναστὰςa δὲ πρωῒb πρώτῃ σαββάτου ἐφάνηc πρῶτον Μαρίᾳd τῇ Μαγδαληνῇ,e ⸀παρ’ ἧς ἐκβεβλήκειf ἑπτὰ δαιμόνια.
10ἐκείνη πορευθεῖσαa ἀπήγγειλενb τοῖς μετ’ αὐτοῦ γενομένοιςc πενθοῦσιd καὶ κλαίουσιν·e
11κἀκεῖνοιa ἀκούσαντεςb ὅτι ζῇc καὶ ἐθεάθηd ὑπ’ αὐτῆς ἠπίστησαν.e
12Μετὰ δὲ ταῦτα δυσὶν ἐξ αὐτῶν περιπατοῦσινa ἐφανερώθηb ἐν ἑτέρᾳ μορφῇc πορευομένοιςd εἰς ἀγρόν·
13κἀκεῖνοιa ἀπελθόντεςb ἀπήγγειλανc τοῖς λοιποῖς· οὐδὲ ἐκείνοις ἐπίστευσαν.d
14Ὕστερονa ⸀δὲ ἀνακειμένοιςb αὐτοῖς τοῖς ἕνδεκαc ἐφανερώθη,d καὶ ὠνείδισενe τὴν ἀπιστίανf αὐτῶν καὶ σκληροκαρδίανg ὅτι τοῖς θεασαμένοιςh αὐτὸν ⸀ἐγηγερμένονi οὐκ ἐπίστευσαν.j
15καὶ εἶπενa αὐτοῖς· Πορευθέντεςb εἰς τὸν κόσμον ἅπαντα κηρύξατεc τὸ εὐαγγέλιον πάσῃ τῇ κτίσει.d
16 πιστεύσαςa καὶ βαπτισθεὶςb σωθήσεται,c δὲ ἀπιστήσαςd κατακριθήσεται.e
17σημεῖα δὲ τοῖς πιστεύσασινa ⸂ταῦτα παρακολουθήσει⸃,b ἐν τῷ ὀνόματί μου δαιμόνια ἐκβαλοῦσιν,c γλώσσαις λαλήσουσινd ⸀καιναῖς,
18⸀ὄφειςa ἀροῦσινb κἂνc θανάσιμόνd τι πίωσινe οὐ μὴ αὐτοὺς βλάψῃ,f ἐπὶ ἀρρώστουςg χεῖρας ἐπιθήσουσινh καὶ καλῶς ἕξουσιν.i
19 μὲν οὖν κύριος ⸀Ἰησοῦς μετὰ τὸ λαλῆσαιa αὐτοῖς ἀνελήμφθηb εἰς τὸν οὐρανὸν καὶ ἐκάθισενc ἐκ δεξιῶν τοῦ θεοῦ.
20ἐκεῖνοι δὲ ἐξελθόντεςa ἐκήρυξανb πανταχοῦ,c τοῦ κυρίου συνεργοῦντοςd καὶ τὸν λόγον βεβαιοῦντοςe διὰ τῶν ἐπακολουθούντωνf ⸀σημείων.⟧