Κατὰ Μᾶρκον

14
Ἦνa δὲ τὸ πάσχαb καὶ τὰ ἄζυμαc μετὰ δύο ἡμέρας. καὶ ἐζήτουνd οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳe κρατήσαντεςf ἀποκτείνωσιν,g
2ἔλεγονa ⸀γάρ· Μὴ ἐν τῇ ἑορτῇ,b μήποτεc ⸂ἔσταιd θόρυβος⸃e τοῦ λαοῦ.
3Καὶ ὄντοςa αὐτοῦ ἐν Βηθανίᾳb ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦc κατακειμένουd αὐτοῦ ἦλθενe γυνὴ ἔχουσαf ἀλάβαστρονg μύρουh νάρδουi πιστικῆςj πολυτελοῦς·k ⸀συντρίψασαl ⸀τὴν ἀλάβαστρονm κατέχεενn ⸀αὐτοῦ τῆς κεφαλῆς.
4ἦσανa δέ τινες ἀγανακτοῦντεςb πρὸς ⸀ἑαυτούς· Εἰς τί ἀπώλειαc αὕτη τοῦ μύρουd γέγονεν;e
5ἠδύνατοa γὰρ τοῦτο ⸂τὸ μύρον⸃b πραθῆναιc ἐπάνωd ⸂δηναρίωνe τριακοσίων⸃f καὶ δοθῆναιg τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντοh αὐτῇ.
6 δὲ Ἰησοῦς εἶπεν·a Ἄφετεb αὐτήν· τί αὐτῇ κόπουςc παρέχετε;d καλὸν ἔργον ἠργάσατοe ἐν ἐμοί·
7πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετεa μεθ’ ἑαυτῶν, καὶ ὅταν θέλητεb δύνασθεc ⸀αὐτοῖς εὖd ποιῆσαι,e ἐμὲ δὲ οὐ πάντοτε ἔχετε·f
8 ⸀ἔσχενa ἐποίησεν,b προέλαβενc μυρίσαιd ⸂τὸ σῶμά μου⸃ εἰς τὸν ἐνταφιασμόν.e
9ἀμὴν ⸀δὲ λέγωa ὑμῖν, ὅπου ⸀ἐὰν κηρυχθῇb τὸ ⸀εὐαγγέλιον εἰς ὅλον τὸν κόσμον, καὶ ἐποίησενc αὕτη λαληθήσεταιd εἰς μνημόσυνονe αὐτῆς.
10⸀Καὶ Ἰούδας ⸂Ἰσκαριὼθa ὁ⸃ εἷς τῶν δώδεκα ἀπῆλθενb πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν ⸂παραδοῖc αὐτοῖς⸃.
11οἱ δὲ ἀκούσαντεςa ἐχάρησανb καὶ ἐπηγγείλαντοc αὐτῷ ἀργύριονd δοῦναι.e καὶ ἐζήτειf πῶς ⸂αὐτὸν εὐκαίρωςg παραδοῖ⸃.h
12Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων,a ὅτε τὸ πάσχαb ἔθυον,c λέγουσινd αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλειςe ἀπελθόντεςf ἑτοιμάσωμενg ἵνα φάγῃςh τὸ πάσχα;i
13καὶ ἀποστέλλειa δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγειb αὐτοῖς· Ὑπάγετεc εἰς τὴν πόλιν, καὶ ἀπαντήσειd ὑμῖν ἄνθρωπος κεράμιονe ὕδατος βαστάζων·f ἀκολουθήσατεg αὐτῷ,
14καὶ ὅπου ⸀ἐὰν εἰσέλθῃa εἴπατεb τῷ οἰκοδεσπότῃc ὅτι διδάσκαλος λέγει·d Ποῦ ἐστινe τὸ κατάλυμάf ⸀μου ὅπου τὸ πάσχαg μετὰ τῶν μαθητῶν μου φάγω;h
15καὶ αὐτὸς ὑμῖν δείξειa ἀνάγαιονb μέγα ἐστρωμένονc ἕτοιμον·d ⸀καὶ ἐκεῖ ἑτοιμάσατεe ἡμῖν.
16καὶ ἐξῆλθονa οἱ ⸀μαθηταὶ καὶ ἦλθονb εἰς τὴν πόλιν καὶ εὗρονc καθὼς εἶπενd αὐτοῖς, καὶ ἡτοίμασανe τὸ πάσχα.f
17Καὶ ὀψίαςa γενομένηςb ἔρχεταιc μετὰ τῶν δώδεκα.
18καὶ ἀνακειμένωνa αὐτῶν καὶ ἐσθιόντωνb ⸂ὁ Ἰησοῦς εἶπεν⸃·c Ἀμὴν λέγωd ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσειe με ἐσθίωνf μετ’ ἐμοῦ.
19⸀ἤρξαντοa λυπεῖσθαιb καὶ λέγεινc αὐτῷ εἷς κατὰ εἷς· Μήτιd ⸀ἐγώ;
20 ⸀δὲ εἶπενa αὐτοῖς· ⸀Εἷς τῶν δώδεκα, ἐμβαπτόμενοςb μετ’ ἐμοῦ εἰς ⸀τὸ τρύβλιον·c
21⸀ὅτι μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγειa καθὼς γέγραπταιb περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι’ οὗ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται·c ⸀καλὸν αὐτῷ εἰ οὐκ ἐγεννήθηd ἄνθρωπος ἐκεῖνος.
22Καὶ ἐσθιόντωνa αὐτῶν ⸀λαβὼνb ἄρτον εὐλογήσαςc ἔκλασενd καὶ ἔδωκενe αὐτοῖς καὶ εἶπεν·f ⸀Λάβετε,g τοῦτό ἐστινh τὸ σῶμά μου.
23καὶ ⸀λαβὼνa ποτήριον εὐχαριστήσαςb ἔδωκενc αὐτοῖς, καὶ ἔπιονd ἐξ αὐτοῦ πάντες.
24καὶ εἶπενa αὐτοῖς· Τοῦτό ἐστινb τὸ αἷμά μου ⸀τῆς διαθήκης τὸ ⸂ἐκχυννόμενονc ὑπὲρ πολλῶν⸃.
25ἀμὴν λέγωa ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίωb ἐκ τοῦ γενήματοςc τῆς ἀμπέλουd ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνωe καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.
26Καὶ ὑμνήσαντεςa ἐξῆλθονb εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν.c
27Καὶ λέγειa αὐτοῖς Ἰησοῦς ὅτι Πάντες ⸀σκανδαλισθήσεσθε,b ὅτι γέγραπται·c Πατάξωd τὸν ποιμένα,e καὶ ⸂τὰ πρόβατα διασκορπισθήσονται⸃.f
28ἀλλὰ μετὰ τὸ ἐγερθῆναίa με προάξωb ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
29 δὲ Πέτρος ἔφηa αὐτῷ· ⸂Εἰ καὶ⸃ πάντες σκανδαλισθήσονται,b ἀλλ’ οὐκ ἐγώ.
30καὶ λέγειa αὐτῷ Ἰησοῦς· Ἀμὴν λέγωb σοι ὅτι σὺ σήμερον ⸂ταύτῃ τῇ νυκτὶ⸃ πρὶνc δὶςd ἀλέκτοραe φωνῆσαιf τρίςg ⸂με ἀπαρνήσῃ⸃.h
31 δὲ ⸂ἐκπερισσῶςa ἐλάλει⸃·b Ἐὰν ⸂δέῃc με⸃ συναποθανεῖνd σοι, οὐ μή σε ⸀ἀπαρνήσομαι.e ὡσαύτωςf δὲ καὶ πάντες ἔλεγον.g
32Καὶ ἔρχονταιa εἰς χωρίονb οὗ τὸ ὄνομα Γεθσημανί,c καὶ λέγειd τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατεe ὧδε ἕως προσεύξωμαι.f
33καὶ παραλαμβάνειa τὸν Πέτρον καὶ ⸂Ἰάκωβον καὶ⸃ Ἰωάννην μετ’ ⸀αὐτοῦ, καὶ ἤρξατοb ἐκθαμβεῖσθαιc καὶ ἀδημονεῖν,d
34καὶ λέγειa αὐτοῖς· Περίλυπόςb ἐστινc ψυχή μου ἕως θανάτου· μείνατεd ὧδε καὶ γρηγορεῖτε.e
35καὶ ⸂προελθὼνa μικρὸν ἔπιπτεν⸃b ἐπὶ τῆς γῆς, καὶ προσηύχετοc ἵνα εἰ δυνατόν ἐστινd παρέλθῃe ἀπ’ αὐτοῦ ὥρα,
36καὶ ἔλεγεν·a Αββαb πατήρ, πάντα δυνατά σοι· παρένεγκεc τὸ ποτήριον ⸂τοῦτο ἀπ’ ἐμοῦ⸃· ἀλλ’ οὐ τί ἐγὼ θέλωd ἀλλὰ τί σύ.
37καὶ ἔρχεταιa καὶ εὑρίσκειb αὐτοὺς καθεύδοντας,c καὶ λέγειd τῷ Πέτρῳ· Σίμων, καθεύδεις;e οὐκ ἴσχυσαςf μίαν ὥραν γρηγορῆσαι;g
38γρηγορεῖτεa καὶ προσεύχεσθε,b ἵνα μὴ ⸀ἔλθητεc εἰς πειρασμόν·d τὸ μὲν πνεῦμα πρόθυμονe δὲ σὰρξ ἀσθενής.f
39καὶ πάλιν ἀπελθὼνa προσηύξατοb τὸν αὐτὸν λόγον εἰπών.c
40καὶ ⸂πάλιν ἐλθὼνa εὗρενb αὐτοὺς⸃ καθεύδοντας,c ἦσανd γὰρ ⸂αὐτῶν οἱ ὀφθαλμοὶ⸃ ⸀καταβαρυνόμενοι,e καὶ οὐκ ᾔδεισανf τί ⸂ἀποκριθῶσινg αὐτῷ⸃.
41καὶ ἔρχεταιa τὸ τρίτον καὶ λέγειb αὐτοῖς· Καθεύδετεc ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε·d ἀπέχει·e ἦλθενf ὥρα, ἰδοὺ παραδίδοταιg υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν.
42ἐγείρεσθεa ἄγωμεν·b ἰδοὺ παραδιδούςc με ἤγγικεν.d
43Καὶ ⸀εὐθὺς ἔτι αὐτοῦ λαλοῦντοςa παραγίνεταιb ⸀Ἰούδας ⸀εἷς τῶν δώδεκα καὶ μετ’ αὐτοῦ ⸀ὄχλος μετὰ μαχαιρῶνc καὶ ξύλωνd παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων.
44δεδώκειa δὲ παραδιδοὺςb αὐτὸν σύσσημονc αὐτοῖς λέγων·d Ὃν ἂν φιλήσωe αὐτός ἐστιν·f κρατήσατεg αὐτὸν καὶ ⸀ἀπάγετεh ἀσφαλῶς.i
45καὶ ἐλθὼνa ⸀εὐθὺς προσελθὼνb αὐτῷ λέγει·c ⸀Ῥαββί,d καὶ κατεφίλησενe αὐτόν.
46οἱ δὲ ἐπέβαλανa ⸂τὰς χεῖρας αὐτῷ⸃ καὶ ἐκράτησανb αὐτόν.
47εἷς δέ ⸀τις τῶν παρεστηκότωνa σπασάμενοςb τὴν μάχαιρανc ἔπαισενd τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλενe αὐτοῦ τὸ ⸀ὠτάριον.f
48καὶ ἀποκριθεὶςa Ἰησοῦς εἶπενb αὐτοῖς· Ὡς ἐπὶ λῃστὴνc ἐξήλθατεd μετὰ μαχαιρῶνe καὶ ξύλωνf συλλαβεῖνg με;
49καθ’ ἡμέραν ἤμηνa πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκωνb καὶ οὐκ ἐκρατήσατέc με· ἀλλ’ ἵνα πληρωθῶσινd αἱ γραφαί.
50καὶ ἀφέντεςa αὐτὸν ⸂ἔφυγονb πάντες⸃.
51Καὶ ⸂νεανίσκοςa τις⸃ ⸀συνηκολούθειb αὐτῷ περιβεβλημένοςc σινδόναd ἐπὶ γυμνοῦ,e καὶ κρατοῦσινf ⸀αὐτόν,
52 δὲ καταλιπὼνa τὴν σινδόναb γυμνὸςc ⸀ἔφυγεν.d
53Καὶ ἀπήγαγονa τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ ⸀συνέρχονταιb πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς.
54καὶ Πέτρος ἀπὸ μακρόθενa ἠκολούθησενb αὐτῷ ἕως ἔσωc εἰς τὴν αὐλὴνd τοῦ ἀρχιερέως καὶ ἦνe συγκαθήμενοςf μετὰ τῶν ὑπηρετῶνg καὶ θερμαινόμενοςh πρὸς τὸ φῶς.
55οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριονa ἐζήτουνb κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαιc αὐτόν, καὶ οὐχ ηὕρισκον·d
56πολλοὶ γὰρ ἐψευδομαρτύρουνa κατ’ αὐτοῦ, καὶ ἴσαιb αἱ μαρτυρίαι οὐκ ἦσαν.c
57καί τινες ἀναστάντεςa ἐψευδομαρτύρουνb κατ’ αὐτοῦ λέγοντεςc
58ὅτι Ἡμεῖς ἠκούσαμενa αὐτοῦ λέγοντοςb ὅτι Ἐγὼ καταλύσωc τὸν ναὸν τοῦτον τὸν χειροποίητονd καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητονe οἰκοδομήσω·f
59καὶ οὐδὲ οὕτως ἴσηa ἦνb μαρτυρία αὐτῶν.
60καὶ ἀναστὰςa ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησενb τὸν Ἰησοῦν λέγων·c Οὐκ ἀποκρίνῃd οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν;e
61 δὲ ἐσιώπαa καὶ ⸂οὐκ ἀπεκρίνατοb οὐδέν⸃. πάλιν ἀρχιερεὺς ἐπηρώταc αὐτὸν καὶ λέγειd αὐτῷ· Σὺ εἶe χριστὸς υἱὸς τοῦ εὐλογητοῦ;f
62 δὲ Ἰησοῦς εἶπεν·a Ἐγώ εἰμι,b καὶ ὄψεσθεc τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενονd τῆς δυνάμεως καὶ ἐρχόμενονe μετὰ τῶν νεφελῶνf τοῦ οὐρανοῦ.
63 δὲ ἀρχιερεὺς διαρρήξαςa τοὺς χιτῶναςb αὐτοῦ λέγει·c Τί ἔτι χρείαν ἔχομενd μαρτύρων;
64ἠκούσατεa τῆς βλασφημίας·b τί ὑμῖν φαίνεται;c οἱ δὲ πάντες κατέκρινανd αὐτὸν ⸂ἔνοχονe εἶναι⸃f θανάτου.
65καὶ ἤρξαντόa τινες ἐμπτύεινb αὐτῷ καὶ περικαλύπτεινc ⸂αὐτοῦ τὸ πρόσωπον⸃ καὶ κολαφίζεινd αὐτὸν καὶ λέγεινe αὐτῷ· Προφήτευσον,f καὶ οἱ ὑπηρέταιg ῥαπίσμασινh αὐτὸν ⸀ἔλαβον.i
66Καὶ ὄντοςa τοῦ Πέτρου ⸂κάτωb ἐν τῇ αὐλῇ⸃c ἔρχεταιd μία τῶν παιδισκῶνe τοῦ ἀρχιερέως,
67καὶ ἰδοῦσαa τὸν Πέτρον θερμαινόμενονb ἐμβλέψασαc αὐτῷ λέγει·d Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦe ⸂ἦσθαf τοῦ Ἰησοῦ⸃·
68 δὲ ἠρνήσατοa λέγων·b ⸂Οὔτε οἶδαc οὔτε ἐπίσταμαιd σὺ τί⸃ λέγεις,e καὶ ἐξῆλθενf ἔξω εἰς τὸ προαύλιονg ⸂καὶ ἀλέκτωρh ἐφώνησεν⸃.i
69καὶ παιδίσκηa ἰδοῦσαb αὐτὸν ⸂ἤρξατοc πάλιν⸃ λέγεινd τοῖς ⸀παρεστῶσινe ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν.f
70 δὲ πάλιν ἠρνεῖτο.a καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτεςb ἔλεγονc τῷ Πέτρῳ· Ἀληθῶςd ἐξ αὐτῶν εἶ,e καὶ γὰρ Γαλιλαῖοςf εἶg ⸂καὶ λαλιάh σου ὁμοιάζει⸃·i
71 δὲ ἤρξατοa ἀναθεματίζεινb καὶ ὀμνύναιc ὅτι Οὐκ οἶδαd τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε.e
72καὶ ⸀εὐθὺς ἐκ δευτέρου ἀλέκτωρa ἐφώνησεν·b καὶ ἀνεμνήσθηc Πέτρος τὸ ῥῆμα ⸀ὡς εἶπενd αὐτῷ Ἰησοῦς ὅτι Πρὶνe ἀλέκτοραf ⸂φωνῆσαιg δὶςh τρίςi με ἀπαρνήσῃ⸃,j καὶ ἐπιβαλὼνk ἔκλαιεν.l