Κατὰ Μᾶρκον

12
Καὶ ἤρξατοa αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν·b Ἀμπελῶναc ⸂ἄνθρωπος ἐφύτευσεν⸃,d καὶ περιέθηκενe φραγμὸνf καὶ ὤρυξενg ὑπολήνιονh καὶ ᾠκοδόμησενi πύργον,j καὶ ἐξέδετοk αὐτὸν γεωργοῖς,l καὶ ἀπεδήμησεν.m
2καὶ ἀπέστειλενa πρὸς τοὺς γεωργοὺςb τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶνc λάβῃd ἀπὸ ⸂τῶν καρπῶν⸃ τοῦ ἀμπελῶνος·e
3⸀καὶ λαβόντεςa αὐτὸν ἔδειρανb καὶ ἀπέστειλανc κενόν.d
4καὶ πάλιν ἀπέστειλενa πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνονb ⸀ἐκεφαλίωσανc καὶ ⸀ἠτίμασαν.d
5⸀καὶ ἄλλον ἀπέστειλεν·a κἀκεῖνονb ἀπέκτειναν,c καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντεςd οὓς δὲ ἀποκτέννοντες⸃.e
6ἔτι ⸂ἕνα εἶχεν,a υἱὸν ἀγαπητόν· ἀπέστειλεν⸃b αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς⸃ λέγωνc ὅτι Ἐντραπήσονταιd τὸν υἱόν μου.
7ἐκεῖνοι δὲ οἱ γεωργοὶa ⸂πρὸς ἑαυτοὺς εἶπαν⸃b ὅτι Οὗτός ἐστινc κληρονόμος·d δεῦτεe ἀποκτείνωμενf αὐτόν, καὶ ἡμῶν ἔσταιg κληρονομία.h
8καὶ λαβόντεςa ⸂ἀπέκτεινανb αὐτόν, καὶ ἐξέβαλονc αὐτὸν⸃ ἔξω τοῦ ἀμπελῶνος.d
9⸀τί ποιήσειa κύριος τοῦ ἀμπελῶνος;b ἐλεύσεταιc καὶ ἀπολέσειd τοὺς γεωργούς,e καὶ δώσειf τὸν ἀμπελῶναg ἄλλοις.
10οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε·a Λίθον ὃν ἀπεδοκίμασανb οἱ οἰκοδομοῦντες,c οὗτος ἐγενήθηd εἰς κεφαλὴν γωνίας·e
11παρὰ κυρίου ἐγένετοa αὕτη, καὶ ἔστινb θαυμαστὴc ἐν ὀφθαλμοῖς ἡμῶν;
12Καὶ ἐζήτουνa αὐτὸν κρατῆσαι,b καὶ ἐφοβήθησανc τὸν ὄχλον, ἔγνωσανd γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν.e καὶ ἀφέντεςf αὐτὸν ἀπῆλθον.g
13Καὶ ἀποστέλλουσινa πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶνb ἵνα αὐτὸν ἀγρεύσωσινc λόγῳ.
14⸀καὶ ἐλθόντεςa λέγουσινb αὐτῷ· Διδάσκαλε, οἴδαμενc ὅτι ἀληθὴςd εἶe καὶ οὐ μέλειf σοι περὶ οὐδενός, οὐ γὰρ βλέπειςg εἰς πρόσωπον ἀνθρώπων, ἀλλ’ ἐπ’ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις·h ἔξεστινi ⸂δοῦναιj κῆνσονk Καίσαρι⸃l οὔ; δῶμενm μὴ δῶμεν;n
15 δὲ εἰδὼςa αὐτῶν τὴν ὑπόκρισινb εἶπενc αὐτοῖς· Τί με πειράζετε;d φέρετέe μοι δηνάριονf ἵνα ἴδω.g
16οἱ δὲ ἤνεγκαν.a καὶ λέγειb αὐτοῖς· Τίνος εἰκὼνc αὕτη καὶ ἐπιγραφή;d οἱ δὲ εἶπανe αὐτῷ· Καίσαρος.f
17⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπενa ⸀αὐτοῖς· ⸂Τὰ Καίσαροςb ἀπόδοτε⸃c Καίσαριd καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζονe ἐπ’ αὐτῷ.
18Καὶ ἔρχονταιa Σαδδουκαῖοιb πρὸς αὐτόν, οἵτινες λέγουσινc ἀνάστασιν μὴ εἶναι,d καὶ ⸀ἐπηρώτωνe αὐτὸν λέγοντες·f
19Διδάσκαλε, Μωϋσῆς ἔγραψενa ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃb καὶ καταλίπῃc γυναῖκα καὶ ⸂μὴ ἀφῇd τέκνον⸃, ἵνα λάβῃe ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα καὶ ἐξαναστήσῃf σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
20ἑπτὰ ἀδελφοὶ ἦσαν·a καὶ πρῶτος ἔλαβενb γυναῖκα, καὶ ἀποθνῄσκωνc οὐκ ἀφῆκενd σπέρμα·
21καὶ δεύτερος ἔλαβενa αὐτήν, καὶ ἀπέθανενb ⸂μὴ καταλιπὼν⸃c σπέρμα, καὶ τρίτος ὡσαύτως·d
22καὶ ⸂οἱ ἑπτὰ⸃ οὐκ ἀφῆκανa σπέρμα· ⸀ἔσχατον πάντων ⸂καὶ γυνὴ ἀπέθανεν⸃.b
23ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν⸃a τίνος αὐτῶν ἔσταιb γυνή; οἱ γὰρ ἑπτὰ ἔσχονc αὐτὴν γυναῖκα.
24⸂ἔφηa αὐτοῖς Ἰησοῦς⸃· Οὐ διὰ τοῦτο πλανᾶσθεb μὴ εἰδότεςc τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ;
25ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν,a οὔτε γαμοῦσινb οὔτε ⸀γαμίζονται,c ἀλλ’ εἰσὶνd ὡς ⸀ἄγγελοι ἐν τοῖς οὐρανοῖς·
26περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονταιa οὐκ ἀνέγνωτεb ἐν τῇ βίβλῳc Μωϋσέως ἐπὶ τοῦ βάτουd ⸀πῶς εἶπενe αὐτῷ θεὸς λέγων·f Ἐγὼ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκg καὶ ὁ⸃ θεὸς Ἰακώβ;h
27οὐκ ἔστινa ⸀θεὸς νεκρῶν ⸀ἀλλὰ ζώντων·b ⸀πολὺ πλανᾶσθε.c
28Καὶ προσελθὼνa εἷς τῶν γραμματέων ἀκούσαςb αὐτῶν συζητούντων,c ⸀ἰδὼνd ὅτι καλῶς ⸂ἀπεκρίθηe αὐτοῖς⸃, ἐπηρώτησενf αὐτόν· Ποία ἐστὶνg ⸂ἐντολὴ πρώτη πάντων⸃;
29⸂ἀπεκρίθηa Ἰησοῦς⸃ ὅτι Πρώτη ⸀ἐστίν·b Ἄκουε,c Ἰσραήλ, κύριος θεὸς ἡμῶν κύριος εἷς ἐστιν,d
30καὶ ἀγαπήσειςa κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίαςb σου καὶ ἐξ ὅλης τῆς ἰσχύοςc ⸀σου.
31⸀δευτέρα αὕτη· Ἀγαπήσειςa τὸν πλησίονb σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν.c
32⸀καὶ εἶπενa αὐτῷ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπ’ ἀληθείας εἶπεςb ὅτι εἷς ἐστινc καὶ οὐκ ἔστινd ἄλλος πλὴν αὐτοῦ·
33καὶ τὸ ἀγαπᾶνa αὐτὸν ἐξ ὅλης ⸀τῆς καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεωςb καὶ ἐξ ὅλης τῆς ἰσχύοςc καὶ τὸ ἀγαπᾶνd τὸν πλησίονe ὡς ἑαυτὸν ⸀περισσότερόνf ἐστινg πάντων τῶν ὁλοκαυτωμάτωνh καὶ θυσιῶν.i
34καὶ Ἰησοῦς ἰδὼνa ⸀αὐτὸν ὅτι νουνεχῶςb ἀπεκρίθηc εἶπενd αὐτῷ· Οὐ μακρὰνe εἶf ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμαg αὐτὸν ἐπερωτῆσαι.h
35Καὶ ἀποκριθεὶςa Ἰησοῦς ἔλεγενb διδάσκωνc ἐν τῷ ἱερῷ· Πῶς λέγουσινd οἱ γραμματεῖς ὅτι χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν⸃;e
36⸀αὐτὸς Δαυὶδ εἶπενa ἐν ⸂τῷ πνεύματι τῷ⸃ ἁγίῳ· ⸀Εἶπενb ⸀κύριος τῷ κυρίῳ μου· ⸀Κάθουc ἐκ δεξιῶν μου ἕως ἂν θῶd τοὺς ἐχθρούς σου ⸀ὑποκάτωe τῶν ποδῶν σου.
37⸀αὐτὸς Δαυὶδ λέγειa αὐτὸν κύριον, καὶ πόθενb ⸂αὐτοῦ ἐστινc υἱός⸃; καὶ πολὺς ὄχλος ἤκουενd αὐτοῦ ἡδέως.e
38Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν⸃·a Βλέπετεb ἀπὸ τῶν γραμματέων τῶν θελόντωνc ἐν στολαῖςd περιπατεῖνe καὶ ἀσπασμοὺςf ἐν ταῖς ἀγοραῖςg
39καὶ πρωτοκαθεδρίαςa ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίαςb ἐν τοῖς δείπνοις,c
40οἱ κατεσθίοντεςa τὰς οἰκίας τῶν χηρῶνb καὶ προφάσειc μακρὰd προσευχόμενοι·e οὗτοι λήμψονταιf περισσότερονg κρίμα.h
41Καὶ ⸀καθίσαςa ⸀κατέναντιb τοῦ γαζοφυλακίουc ἐθεώρειd πῶς ὄχλος βάλλειe χαλκὸνf εἰς τὸ γαζοφυλάκιον·g καὶ πολλοὶ πλούσιοιh ἔβαλλονi πολλά·
42καὶ ἐλθοῦσαa μία χήραb πτωχὴ ἔβαλενc λεπτὰd δύο, ἐστινe κοδράντης.f
43καὶ προσκαλεσάμενοςa τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπενb αὐτοῖς· Ἀμὴν λέγωc ὑμῖν ὅτι χήραd αὕτη πτωχὴ πλεῖον πάντων ⸀ἔβαλενe τῶν βαλλόντωνf εἰς τὸ γαζοφυλάκιον·g
44πάντες γὰρ ἐκ τοῦ περισσεύοντοςa αὐτοῖς ἔβαλον,b αὕτη δὲ ἐκ τῆς ὑστερήσεωςc αὐτῆς πάντα ὅσα εἶχενd ἔβαλεν,e ὅλον τὸν βίονf αὐτῆς.