10
Καὶ ἐκεῖθενa
ἀναστὰςb
ἔρχεταιc
εἰς τὰ ὅριαd
τῆς Ἰουδαίας ⸀καὶ πέρανe
τοῦ Ἰορδάνου,f
καὶ συμπορεύονταιg
πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθειh
πάλιν ἐδίδασκενi
αὐτούς.
2
⸀Καὶ ⸀ἐπηρώτωνa
αὐτὸν εἰ ἔξεστινb
ἀνδρὶ γυναῖκα ἀπολῦσαι,c
πειράζοντεςd
αὐτόν.
3
ὁ δὲ ἀποκριθεὶςa
εἶπενb
αὐτοῖς· Τί ὑμῖν ἐνετείλατοc
Μωϋσῆς;
4
οἱ δὲ εἶπαν·a
⸂Ἐπέτρεψενb
Μωϋσῆς⸃ βιβλίον ἀποστασίουc
γράψαιd
καὶ ἀπολῦσαι.e
5
⸂ὁ δὲ⸃ Ἰησοῦς εἶπενa
αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίανb
ὑμῶν ἔγραψενc
ὑμῖν τὴν ἐντολὴν ταύτην·
6
ἀπὸ δὲ ἀρχῆς κτίσεωςa
ἄρσενb
καὶ θῆλυc
ἐποίησενd
⸀αὐτούς·
7
ἕνεκενa
τούτου καταλείψειb
ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ⸂καὶ προσκολληθήσεταιc
πρὸς τὴν γυναῖκα αὐτοῦ⸃,
8
καὶ ἔσονταιa
οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶνb
δύο ἀλλὰ μία σάρξ·
9
ὃ οὖν ὁ θεὸς συνέζευξενa
ἄνθρωπος μὴ χωριζέτω.b
10
Καὶ ⸂εἰς τὴν οἰκίαν⸃ πάλιν οἱ μαθηταὶ ⸂περὶ τούτου⸃ ⸀ἐπηρώτωνa
αὐτόν.
11
καὶ λέγειa
αὐτοῖς· Ὃς ⸀ἂν ἀπολύσῃb
τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃc
ἄλλην μοιχᾶταιd
ἐπ’ αὐτήν,
12
καὶ ἐὰν ⸂αὐτὴ ἀπολύσασαa
τὸν ἄνδρα αὐτῆς γαμήσῃb
ἄλλον⸃ μοιχᾶται.c
13
Καὶ προσέφερονa
αὐτῷ παιδία ἵνα ⸂αὐτῶν ἅψηται⸃·b
οἱ δὲ μαθηταὶ ⸂ἐπετίμησανc
αὐτοῖς⸃.
14
ἰδὼνa
δὲ ὁ Ἰησοῦς ἠγανάκτησενb
καὶ εἶπενc
αὐτοῖς· Ἄφετεd
τὰ παιδία ἔρχεσθαιe
πρός με, μὴ κωλύετεf
αὐτά, τῶν γὰρ τοιούτων ἐστὶνg
ἡ βασιλεία τοῦ θεοῦ.
15
ἀμὴν λέγωa
ὑμῖν, ὃς ⸀ἂν μὴ δέξηταιb
τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃc
εἰς αὐτήν.
16
καὶ ἐναγκαλισάμενοςa
αὐτὰ ⸂κατευλόγειb
τιθεὶςc
τὰς χεῖρας ἐπ’ αὐτά⸃.
17
Καὶ ἐκπορευομένουa
αὐτοῦ εἰς ὁδὸν προσδραμὼνb
εἷς καὶ γονυπετήσαςc
αὐτὸν ἐπηρώταd
αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσωe
ἵνα ζωὴν αἰώνιον κληρονομήσω;f
18
ὁ δὲ Ἰησοῦς εἶπενa
αὐτῷ· Τί με λέγειςb
ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός.
19
τὰς ἐντολὰς οἶδας·a
Μὴ ⸂φονεύσῃς,b
Μὴ μοιχεύσῃς⸃,c
Μὴ κλέψῃς,d
Μὴ ψευδομαρτυρήσῃς,e
Μὴ ἀποστερήσῃς,f
Τίμαg
τὸν πατέρα σου καὶ τὴν μητέρα.
20
ὁ δὲ ⸀ἔφηa
αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμηνb
ἐκ νεότητόςc
μου.
21
ὁ δὲ Ἰησοῦς ἐμβλέψαςa
αὐτῷ ἠγάπησενb
αὐτὸν καὶ εἶπενc
αὐτῷ· Ἕν ⸀σε ὑστερεῖ·d
ὕπαγεe
ὅσα ἔχειςf
πώλησονg
καὶ δὸςh
⸀τοῖς πτωχοῖς, καὶ ἕξειςi
θησαυρὸνj
ἐν οὐρανῷ, καὶ δεῦροk
ἀκολούθειl
⸀μοι.
22
ὁ δὲ στυγνάσαςa
ἐπὶ τῷ λόγῳ ἀπῆλθενb
λυπούμενος,c
ἦνd
γὰρ ἔχωνe
κτήματαf
πολλά.
23
Καὶ περιβλεψάμενοςa
ὁ Ἰησοῦς λέγειb
τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλωςc
οἱ τὰ χρήματαd
ἔχοντεςe
εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται.f
24
οἱ δὲ μαθηταὶ ἐθαμβοῦντοa
ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶςb
λέγειc
αὐτοῖς· Τέκνα, πῶς δύσκολόνd
⸀ἐστινe
εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν·f
25
εὐκοπώτερόνa
ἐστινb
κάμηλονc
διὰ ⸂τῆς τρυμαλιᾶςd
τῆς⸃ ῥαφίδοςe
⸀διελθεῖνf
ἢ πλούσιονg
εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.h
26
οἱ δὲ περισσῶςa
ἐξεπλήσσοντοb
λέγοντεςc
πρὸς ⸀ἑαυτούς· Καὶ τίς δύναταιd
σωθῆναι;e
27
⸀ἐμβλέψαςa
αὐτοῖς ὁ Ἰησοῦς λέγει·b
Παρὰ ἀνθρώποις ἀδύνατονc
ἀλλ’ οὐ παρὰ θεῷ, πάντα γὰρ ⸀δυνατὰ παρὰ τῷ θεῷ.
28
Ἤρξατοa
⸂λέγεινb
ὁ Πέτρος⸃ αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμενc
πάντα καὶ ⸀ἠκολουθήκαμένd
σοι.
29
⸂ἔφηa
ὁ Ἰησοῦς⸃· Ἀμὴν λέγωb
ὑμῖν, οὐδείς ἐστινc
ὃς ἀφῆκενd
οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰςe
ἢ ⸂μητέρα ἢ πατέρα⸃ ἢ τέκνα ἢ ἀγροὺς ἕνεκενf
ἐμοῦ καὶ ἕνεκενg
τοῦ εὐαγγελίου,
30
ἐὰν μὴ λάβῃa
ἑκατονταπλασίοναb
νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰςc
καὶ ⸀μητέρας καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν,d
καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳe
ζωὴν αἰώνιον.
31
πολλοὶ δὲ ἔσονταιa
πρῶτοι ἔσχατοι καὶ ⸀οἱ ἔσχατοι πρῶτοι.
32
Ἦσανa
δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντεςb
εἰς Ἱεροσόλυμα, καὶ ἦνc
προάγωνd
αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο,e
⸂οἱ δὲ⸃ ἀκολουθοῦντεςf
ἐφοβοῦντο.g
καὶ παραλαβὼνh
πάλιν τοὺς δώδεκα ἤρξατοi
αὐτοῖς λέγεινj
τὰ μέλλονταk
αὐτῷ συμβαίνεινl
33
ὅτι Ἰδοὺ ἀναβαίνομενa
εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεταιb
τοῖς ἀρχιερεῦσιν καὶ ⸀τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσινc
αὐτὸν θανάτῳ καὶ παραδώσουσινd
αὐτὸν τοῖς ἔθνεσιν
34
καὶ ἐμπαίξουσινa
αὐτῷ καὶ ⸂ἐμπτύσουσινb
αὐτῷ καὶ μαστιγώσουσινc
αὐτὸν⸃ καὶ ⸀ἀποκτενοῦσιν,d
καὶ ⸂μετὰ τρεῖς ἡμέρας⸃ ἀναστήσεται.e
35
Καὶ προσπορεύονταιa
αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης ⸀οἱ υἱοὶ Ζεβεδαίουb
λέγοντεςc
⸀αὐτῷ· Διδάσκαλε, θέλομενd
ἵνα ὃ ἐὰν αἰτήσωμένe
⸀σε ποιήσῃςf
ἡμῖν.
36
ὁ δὲ εἶπενa
αὐτοῖς· Τί θέλετεb
⸀ποιήσωc
ὑμῖν;
37
οἱ δὲ εἶπανa
αὐτῷ· Δὸςb
ἡμῖν ἵνα εἷς ⸂σου ἐκ δεξιῶν⸃ καὶ εἷς ἐξ ⸀ἀριστερῶνc
καθίσωμενd
ἐν τῇ δόξῃ σου.
38
ὁ δὲ Ἰησοῦς εἶπενa
αὐτοῖς· Οὐκ οἴδατεb
τί αἰτεῖσθε·c
δύνασθεd
πιεῖνe
τὸ ποτήριον ὃ ἐγὼ πίνω,f
⸀ἢ τὸ βάπτισμαg
ὃ ἐγὼ βαπτίζομαιh
βαπτισθῆναι;i
39
οἱ δὲ εἶπανa
αὐτῷ· Δυνάμεθα.b
ὁ δὲ Ἰησοῦς εἶπενc
αὐτοῖς· ⸀Τὸ ποτήριον ὃ ἐγὼ πίνωd
πίεσθεe
καὶ τὸ βάπτισμαf
ὃ ἐγὼ βαπτίζομαιg
βαπτισθήσεσθε,h
40
τὸ δὲ καθίσαιa
ἐκ δεξιῶν μου ⸀ἢ ἐξ εὐωνύμωνb
οὐκ ἔστινc
ἐμὸν δοῦναι,d
ἀλλ’ οἷς ἡτοίμασται.e
41
Καὶ ἀκούσαντεςa
οἱ δέκαb
ἤρξαντοc
ἀγανακτεῖνd
περὶ Ἰακώβου καὶ Ἰωάννου.
42
⸂καὶ προσκαλεσάμενοςa
αὐτοὺς ὁ Ἰησοῦς⸃ λέγειb
αὐτοῖς· Οἴδατεc
ὅτι οἱ δοκοῦντεςd
ἄρχεινe
τῶν ἐθνῶν κατακυριεύουσινf
αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσινg
αὐτῶν.
43
οὐχ οὕτως δέ ⸀ἐστινa
ἐν ὑμῖν· ἀλλ’ ὃς ⸀ἂν θέλῃb
⸂μέγας γενέσθαι⸃c
ἐν ὑμῖν, ἔσταιd
ὑμῶν διάκονος,e
44
καὶ ὃς ⸀ἂν θέλῃa
⸂ἐν ὑμῖν εἶναι⸃b
πρῶτος, ἔσταιc
πάντων δοῦλος·
45
καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθενa
διακονηθῆναιb
ἀλλὰ διακονῆσαιc
καὶ δοῦναιd
τὴν ψυχὴν αὐτοῦ λύτρονe
ἀντὶf
πολλῶν.
46
Καὶ ἔρχονταιa
εἰς Ἰεριχώ.b
καὶ ἐκπορευομένουc
αὐτοῦ ἀπὸ Ἰεριχὼd
καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ⸀ὁ υἱὸς Τιμαίουe
Βαρτιμαῖοςf
⸀τυφλὸς ⸂προσαίτηςg
ἐκάθητοh
παρὰ τὴν ὁδόν⸃.
47
καὶ ἀκούσαςa
ὅτι Ἰησοῦς ὁ ⸀Ναζαρηνόςb
ἐστινc
ἤρξατοd
κράζεινe
καὶ λέγειν·f
⸀Υἱὲ Δαυὶδ Ἰησοῦ, ἐλέησόνg
με.
48
καὶ ἐπετίμωνa
αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ·b
ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν·c
Υἱὲ Δαυίδ, ἐλέησόνd
με.
49
καὶ στὰςa
ὁ Ἰησοῦς εἶπεν·b
⸂Φωνήσατεc
αὐτόν⸃. καὶ φωνοῦσιd
τὸν τυφλὸν λέγοντεςe
αὐτῷ· Θάρσει,f
⸀ἔγειρε,g
φωνεῖh
σε.
50
ὁ δὲ ἀποβαλὼνa
τὸ ἱμάτιον αὐτοῦ ⸀ἀναπηδήσαςb
ἦλθενc
πρὸς τὸν Ἰησοῦν.
51
καὶ ἀποκριθεὶςa
⸂αὐτῷ ὁ Ἰησοῦς εἶπεν⸃·b
Τί ⸂σοι θέλειςc
ποιήσω⸃;d
ὁ δὲ τυφλὸς εἶπενe
αὐτῷ· Ραββουνι,f
ἵνα ἀναβλέψω.g
52
⸂καὶ ὁ⸃ Ἰησοῦς εἶπενa
αὐτῷ· Ὕπαγε,b
ἡ πίστις σου σέσωκένc
σε. καὶ ⸀εὐθὺς ἀνέβλεψεν,d
καὶ ἠκολούθειe
⸀αὐτῷ ἐν τῇ ὁδῷ.