1
Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ ⸀χριστοῦ.
2
⸀Καθὼς γέγραπταιa
ἐν ⸂τῷ Ἠσαΐᾳb
τῷ προφήτῃ⸃· ⸀Ἰδοὺ ἀποστέλλωc
τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσειd
τὴν ὁδόν ⸀σου·
3
φωνὴ βοῶντοςa
ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατεb
τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτεc
τὰς τρίβουςd
αὐτοῦ,
4
ἐγένετοa
Ἰωάννης ⸀ὁ βαπτίζωνb
ἐν τῇ ⸀ἐρήμῳ κηρύσσωνc
βάπτισμαd
μετανοίαςe
εἰς ἄφεσινf
ἁμαρτιῶν.
5
καὶ ἐξεπορεύετοa
πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώραb
καὶ οἱ Ἱεροσολυμῖταιc
⸂πάντες, καὶ ἐβαπτίζοντο⸃d
⸂ὑπ’ αὐτοῦ ἐν τῷ Ἰορδάνῃe
ποταμῷ⸃f
ἐξομολογούμενοιg
τὰς ἁμαρτίας αὐτῶν.
6
⸂καὶ ἦν⸃a
ὁ Ἰωάννης ἐνδεδυμένοςb
τρίχαςc
καμήλουd
καὶ ζώνηνe
δερματίνηνf
περὶ τὴν ὀσφὺνg
αὐτοῦ, καὶ ἔσθωνh
ἀκρίδαςi
καὶ μέλιj
ἄγριον.k
7
καὶ ἐκήρυσσενa
λέγων·b
Ἔρχεταιc
ὁ ἰσχυρότερόςd
μου ὀπίσω μου, οὗ οὐκ εἰμὶe
ἱκανὸς κύψαςf
λῦσαιg
τὸν ἱμάνταh
τῶν ὑποδημάτωνi
αὐτοῦ·
8
⸀ἐγὼ ἐβάπτισαa
⸀ὑμᾶς ὕδατι, αὐτὸς δὲ βαπτίσειb
ὑμᾶς ⸀ἐν πνεύματι ἁγίῳ.
9
Καὶ ἐγένετοa
ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθενb
Ἰησοῦς ἀπὸ Ναζαρὲτc
τῆς Γαλιλαίας καὶ ἐβαπτίσθηd
⸂εἰς τὸν Ἰορδάνηνe
ὑπὸ Ἰωάννου⸃.
10
καὶ ⸀εὐθὺς ἀναβαίνωνa
⸀ἐκ τοῦ ὕδατος εἶδενb
σχιζομένουςc
τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ⸀ὡς περιστερὰνd
καταβαῖνονe
⸀εἰς αὐτόν·
11
καὶ φωνὴ ἐγένετοa
ἐκ τῶν οὐρανῶν· Σὺ εἶb
ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ⸀σοὶ εὐδόκησα.c
12
Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλειa
εἰς τὴν ἔρημον.
13
καὶ ⸀ἦνa
ἐν τῇ ἐρήμῳ ⸂τεσσεράκονταb
ἡμέρας⸃ πειραζόμενοςc
ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦνd
μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουνe
αὐτῷ.
14
⸂Καὶ μετὰ⸃ τὸ παραδοθῆναιa
τὸν Ἰωάννην ἦλθενb
ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσωνc
τὸ ⸀εὐαγγέλιον τοῦ θεοῦ
15
καὶ λέγωνa
ὅτι Πεπλήρωταιb
ὁ καιρὸς καὶ ἤγγικενc
ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτεd
καὶ πιστεύετεe
ἐν τῷ εὐαγγελίῳ.
16
⸂Καὶ παράγων⸃a
παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδενb
Σίμωνα καὶ Ἀνδρέανc
τὸν ⸀ἀδελφὸν Σίμωνος ⸀ἀμφιβάλλονταςd
ἐν τῇ θαλάσσῃ, ἦσανe
γὰρ ἁλιεῖς·f
17
καὶ εἶπενa
αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτεb
ὀπίσω μου, καὶ ποιήσωc
ὑμᾶς γενέσθαιd
ἁλιεῖςe
ἀνθρώπων.
18
καὶ ⸀εὐθὺς ἀφέντεςa
τὰ ⸀δίκτυαb
ἠκολούθησανc
αὐτῷ.
19
καὶ ⸀προβὰςa
ὀλίγον εἶδενb
Ἰάκωβον τὸν τοῦ Ζεβεδαίουc
καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζονταςd
τὰ δίκτυα,e
20
καὶ ⸀εὐθὺς ἐκάλεσενa
αὐτούς. καὶ ἀφέντεςb
τὸν πατέρα αὐτῶν Ζεβεδαῖονc
ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶνd
ἀπῆλθονe
ὀπίσω αὐτοῦ.
21
Καὶ εἰσπορεύονταιa
εἰς Καφαρναούμ.b
καὶ ⸀εὐθὺς τοῖς σάββασιν ⸂ἐδίδασκενc
εἰς τὴν συναγωγήν⸃.
22
καὶ ἐξεπλήσσοντοa
ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦνb
γὰρ διδάσκωνc
αὐτοὺς ὡς ἐξουσίαν ἔχωνd
καὶ οὐχ ὡς οἱ γραμματεῖς.
23
καὶ ⸀εὐθὺς ἦνa
ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξενb
24
λέγων·a
⸀Τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ;b
ἦλθεςc
ἀπολέσαιd
ἡμᾶς; οἶδάe
σε τίς εἶ,f
ὁ ἅγιος τοῦ θεοῦ.
25
καὶ ἐπετίμησενa
αὐτῷ ὁ Ἰησοῦς λέγων·b
Φιμώθητιc
καὶ ἔξελθεd
ἐξ αὐτοῦ.
26
καὶ σπαράξανa
αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσανb
φωνῇ μεγάλῃ ἐξῆλθενc
ἐξ αὐτοῦ.
27
καὶ ἐθαμβήθησανa
⸀ἅπαντες, ὥστε συζητεῖνb
⸂πρὸς ἑαυτοὺς⸃ λέγοντας·c
Τί ἐστινd
τοῦτο; ⸂διδαχὴ καινή⸃· κατ’ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει,e
καὶ ὑπακούουσινf
αὐτῷ.
28
⸂καὶ ἐξῆλθεν⸃a
ἡ ἀκοὴb
αὐτοῦ εὐθὺς ⸀πανταχοῦc
εἰς ὅλην τὴν περίχωρονd
τῆς Γαλιλαίας.
29
Καὶ ⸀εὐθὺς ἐκ τῆς συναγωγῆς ⸂ἐξελθόντεςa
ἦλθον⸃b
εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέουc
μετὰ Ἰακώβου καὶ Ἰωάννου.
30
ἡ δὲ πενθερὰa
Σίμωνος κατέκειτοb
πυρέσσουσα,c
καὶ ⸀εὐθὺς λέγουσινd
αὐτῷ περὶ αὐτῆς.
31
καὶ προσελθὼνa
ἤγειρενb
αὐτὴν κρατήσαςc
τῆς ⸀χειρός· καὶ ἀφῆκενd
αὐτὴν ὁ ⸀πυρετός,e
καὶ διηκόνειf
αὐτοῖς.
32
Ὀψίαςa
δὲ γενομένης,b
ὅτε ⸀ἔδυc
ὁ ἥλιος, ἔφερονd
πρὸς αὐτὸν πάντας τοὺς κακῶςe
ἔχονταςf
καὶ τοὺς δαιμονιζομένους·g
33
καὶ ⸂ἦνa
ὅλη ἡ πόλις ἐπισυνηγμένη⸃b
πρὸς τὴν θύραν.
34
καὶ ἐθεράπευσενa
πολλοὺς κακῶςb
ἔχονταςc
ποικίλαιςd
νόσοις,e
καὶ δαιμόνια πολλὰ ἐξέβαλεν,f
καὶ οὐκ ἤφιενg
λαλεῖνh
τὰ δαιμόνια, ὅτι ᾔδεισανi
⸀αὐτόν.
35
Καὶ πρωῒa
ἔννυχαb
λίανc
ἀναστὰςd
ἐξῆλθενe
καὶ ἀπῆλθενf
εἰς ἔρημον τόπον κἀκεῖg
προσηύχετο.h
36
καὶ ⸀κατεδίωξενa
αὐτὸν ⸀Σίμων καὶ οἱ μετ’ αὐτοῦ,
37
καὶ ⸂εὗρονa
αὐτὸν καὶ⸃ λέγουσινb
αὐτῷ ὅτι Πάντες ⸂ζητοῦσίνc
σε⸃.
38
καὶ λέγειa
αὐτοῖς· Ἄγωμενb
⸀ἀλλαχοῦc
εἰς τὰς ἐχομέναςd
κωμοπόλεις,e
ἵνα καὶ ἐκεῖ κηρύξω,f
εἰς τοῦτο γὰρ ⸀ἐξῆλθον.g
39
καὶ ⸀ἦλθενa
κηρύσσωνb
⸂εἰς τὰς συναγωγὰς⸃ αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων.c
40
Καὶ ἔρχεταιa
πρὸς αὐτὸν λεπρὸςb
παρακαλῶνc
αὐτὸν καὶ ⸀γονυπετῶνd
λέγωνe
αὐτῷ ὅτι Ἐὰν θέλῃςf
δύνασαίg
με καθαρίσαι.h
41
⸀καὶ ⸀ὀργισθεὶςa
ἐκτείναςb
τὴν χεῖρα ⸂αὐτοῦ ἥψατο⸃c
καὶ λέγειd
αὐτῷ· Θέλω,e
καθαρίσθητι·f
42
καὶ ⸀εὐθὺς ἀπῆλθενa
ἀπ’ αὐτοῦ ἡ λέπρα,b
καὶ ἐκαθαρίσθη.c
43
καὶ ἐμβριμησάμενοςa
αὐτῷ ⸀εὐθὺς ἐξέβαλενb
αὐτόν,
44
καὶ λέγειa
αὐτῷ· Ὅραb
μηδενὶ μηδὲν εἴπῃς,c
ἀλλὰ ὕπαγεd
σεαυτὸν δεῖξονe
τῷ ἱερεῖ καὶ προσένεγκεf
περὶ τοῦ καθαρισμοῦg
σου ἃ προσέταξενh
Μωϋσῆς εἰς μαρτύριονi
αὐτοῖς.
45
ὁ δὲ ἐξελθὼνa
ἤρξατοb
κηρύσσεινc
πολλὰ καὶ διαφημίζεινd
τὸν λόγον, ὥστε μηκέτιe
αὐτὸν δύνασθαιf
φανερῶςg
εἰς πόλιν εἰσελθεῖν,h
ἀλλὰ ἔξω ⸀ἐπ’ ἐρήμοις τόποις ἦν·i
καὶ ἤρχοντοj
πρὸς αὐτὸν ⸀πάντοθεν.k