8
⸂Καταβάντοςa
δὲ αὐτοῦ⸃ ἀπὸ τοῦ ὄρους ἠκολούθησανb
αὐτῷ ὄχλοι πολλοί.
2
καὶ ἰδοὺ λεπρὸςa
⸀προσελθὼνb
προσεκύνειc
αὐτῷ λέγων·d
Κύριε, ἐὰν θέλῃςe
δύνασαίf
με καθαρίσαι.g
3
καὶ ἐκτείναςa
τὴν χεῖρα ἥψατοb
⸀αὐτοῦ λέγων·c
Θέλω,d
καθαρίσθητι·e
καὶ εὐθέως ἐκαθαρίσθηf
αὐτοῦ ἡ λέπρα.g
4
καὶ λέγειa
αὐτῷ ὁ Ἰησοῦς· Ὅραb
μηδενὶ εἴπῃς,c
ἀλλὰ ὕπαγεd
σεαυτὸν δεῖξονe
τῷ ἱερεῖ, καὶ προσένεγκονf
τὸ δῶρονg
ὃ προσέταξενh
Μωϋσῆς εἰς μαρτύριονi
αὐτοῖς.
5
⸂Εἰσελθόντοςa
δὲ αὐτοῦ⸃ εἰς Καφαρναοὺμb
προσῆλθενc
αὐτῷ ἑκατόνταρχοςd
παρακαλῶνe
αὐτὸν
6
καὶ λέγων·a
Κύριε, ὁ παῖςb
μου βέβληταιc
ἐν τῇ οἰκίᾳ παραλυτικός,d
δεινῶςe
βασανιζόμενος.f
7
⸀καὶ λέγειa
⸀αὐτῷ· Ἐγὼ ἐλθὼνb
θεραπεύσωc
αὐτόν.
8
⸂καὶ ἀποκριθεὶς⸃a
ὁ ἑκατόνταρχοςb
ἔφη·c
Κύριε, οὐκ εἰμὶd
ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγηνe
εἰσέλθῃς·f
ἀλλὰ μόνον εἰπὲg
λόγῳ, καὶ ἰαθήσεταιh
ὁ παῖςi
μου·
9
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμιa
ὑπὸ ⸀ἐξουσίαν, ἔχωνb
ὑπ’ ἐμαυτὸν στρατιώτας,c
καὶ λέγωd
τούτῳ· Πορεύθητι,e
καὶ πορεύεται,f
καὶ ἄλλῳ· Ἔρχου,g
καὶ ἔρχεται,h
καὶ τῷ δούλῳ μου· Ποίησονi
τοῦτο, καὶ ποιεῖ.j
10
ἀκούσαςa
δὲ ὁ Ἰησοῦς ἐθαύμασενb
καὶ εἶπενc
τοῖς ἀκολουθοῦσιν·d
Ἀμὴν λέγωe
ὑμῖν, ⸂παρ’ οὐδενὶ τοσαύτηνf
πίστιν ἐν τῷ Ἰσραὴλ⸃ εὗρον.g
11
λέγωa
δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶνb
καὶ δυσμῶνc
ἥξουσινd
καὶ ἀνακλιθήσονταιe
μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκf
καὶ Ἰακὼβg
ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν·
12
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονταιa
εἰς τὸ σκότος τὸ ἐξώτερον·b
ἐκεῖ ἔσταιc
ὁ κλαυθμὸςd
καὶ ὁ βρυγμὸςe
τῶν ὀδόντων.f
13
καὶ εἶπενa
ὁ Ἰησοῦς τῷ ἑκατοντάρχῃ·b
Ὕπαγε,c
⸀ὡς ἐπίστευσαςd
γενηθήτωe
σοι· καὶ ἰάθηf
ὁ ⸀παῖςg
ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14
Καὶ ἐλθὼνa
ὁ Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδενb
τὴν πενθερὰνc
αὐτοῦ βεβλημένηνd
καὶ πυρέσσουσαν·e
15
καὶ ἥψατοa
τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκενb
αὐτὴν ὁ πυρετός,c
καὶ ἠγέρθηd
καὶ διηκόνειe
αὐτῷ.
16
Ὀψίαςa
δὲ γενομένηςb
προσήνεγκανc
αὐτῷ δαιμονιζομένουςd
πολλούς· καὶ ἐξέβαλενe
τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶςf
ἔχονταςg
ἐθεράπευσεν·h
17
ὅπως πληρωθῇa
τὸ ῥηθὲνb
διὰ Ἠσαΐουc
τοῦ προφήτου λέγοντος·d
Αὐτὸς τὰς ἀσθενείαςe
ἡμῶν ἔλαβενf
καὶ τὰς νόσουςg
ἐβάστασεν.h
18
Ἰδὼνa
δὲ ὁ Ἰησοῦς ⸂πολλοὺς ὄχλους⸃ περὶ αὐτὸν ἐκέλευσενb
ἀπελθεῖνc
εἰς τὸ πέραν.d
19
καὶ προσελθὼνa
εἷς γραμματεὺς εἶπενb
αὐτῷ· Διδάσκαλε, ἀκολουθήσωc
σοι ὅπου ἐὰν ἀπέρχῃ.d
20
καὶ λέγειa
αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκεςb
φωλεοὺςc
ἔχουσινd
καὶ τὰ πετεινὰe
τοῦ οὐρανοῦ κατασκηνώσεις,f
ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχειg
ποῦ τὴν κεφαλὴν κλίνῃ.h
21
ἕτερος δὲ τῶν ⸀μαθητῶν εἶπενa
αὐτῷ· Κύριε, ἐπίτρεψόνb
μοι πρῶτον ἀπελθεῖνc
καὶ θάψαιd
τὸν πατέρα μου.
22
ὁ δὲ Ἰησοῦς ⸀λέγειa
αὐτῷ· Ἀκολούθειb
μοι, καὶ ἄφεςc
τοὺς νεκροὺς θάψαιd
τοὺς ἑαυτῶν νεκρούς.
23
Καὶ ἐμβάντιa
αὐτῷ ⸀εἰς πλοῖον ἠκολούθησανb
αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24
καὶ ἰδοὺ σεισμὸςa
μέγας ἐγένετοb
ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαιc
ὑπὸ τῶν κυμάτων,d
αὐτὸς δὲ ἐκάθευδεν.e
25
καὶ ⸀προσελθόντεςa
ἤγειρανb
αὐτὸν λέγοντες·c
Κύριε, ⸀σῶσον,d
ἀπολλύμεθα.e
26
καὶ λέγειa
αὐτοῖς· Τί δειλοίb
ἐστε,c
ὀλιγόπιστοι;d
τότε ἐγερθεὶςe
ἐπετίμησενf
τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετοg
γαλήνηh
μεγάλη.
27
οἱ δὲ ἄνθρωποι ἐθαύμασανa
λέγοντες·b
Ποταπόςc
ἐστινd
οὗτος ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα ⸂αὐτῷ ὑπακούουσιν⸃;e
28
Καὶ ⸂ἐλθόντοςa
αὐτοῦ⸃ εἰς τὸ πέρανb
εἰς τὴν χώρανc
τῶν ⸀Γαδαρηνῶνd
ὑπήντησανe
αὐτῷ δύο δαιμονιζόμενοιf
ἐκ τῶν μνημείων ἐξερχόμενοι,g
χαλεποὶh
λίανi
ὥστε μὴ ἰσχύεινj
τινὰ παρελθεῖνk
διὰ τῆς ὁδοῦ ἐκείνης.
29
καὶ ἰδοὺ ἔκραξανa
λέγοντες·b
Τί ἡμῖν καὶ ⸀σοί, υἱὲ τοῦ θεοῦ; ἦλθεςc
ὧδε πρὸ καιροῦ βασανίσαιd
ἡμᾶς;
30
ἦνa
δὲ μακρὰνb
ἀπ’ αὐτῶν ἀγέληc
χοίρωνd
πολλῶν βοσκομένη.e
31
οἱ δὲ δαίμονεςa
παρεκάλουνb
αὐτὸν λέγοντες·c
Εἰ ἐκβάλλειςd
ἡμᾶς, ⸂ἀπόστειλονe
ἡμᾶς⸃ εἰς τὴν ἀγέληνf
τῶν χοίρων.g
32
καὶ εἶπενa
αὐτοῖς· Ὑπάγετε.b
οἱ δὲ ἐξελθόντεςc
ἀπῆλθονd
εἰς ⸂τοὺς χοίρους⸃·e
καὶ ἰδοὺ ὥρμησενf
πᾶσα ἡ ⸀ἀγέληg
κατὰ τοῦ κρημνοῦh
εἰς τὴν θάλασσαν, καὶ ἀπέθανονi
ἐν τοῖς ὕδασιν.
33
οἱ δὲ βόσκοντεςa
ἔφυγον,b
καὶ ἀπελθόντεςc
εἰς τὴν πόλιν ἀπήγγειλανd
πάντα καὶ τὰ τῶν δαιμονιζομένων.e
34
καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθενa
εἰς ⸀ὑπάντησινb
τῷ Ἰησοῦ, καὶ ἰδόντεςc
αὐτὸν παρεκάλεσανd
ὅπως μεταβῇe
ἀπὸ τῶν ὁρίωνf
αὐτῶν.