7
Μὴ κρίνετε,a
ἵνα μὴ κριθῆτε·b
2
ἐν ᾧ γὰρ κρίματιa
κρίνετεb
κριθήσεσθε,c
καὶ ἐν ᾧ μέτρῳd
μετρεῖτεe
μετρηθήσεταιf
ὑμῖν.
3
τί δὲ βλέπειςa
τὸ κάρφοςb
τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷc
ὀφθαλμῷ δοκὸνd
οὐ κατανοεῖς;e
4
ἢ πῶς ἐρεῖςa
τῷ ἀδελφῷ σου· Ἄφεςb
ἐκβάλωc
τὸ κάρφοςd
⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸςe
ἐν τῷ ὀφθαλμῷ σοῦ;
5
ὑποκριτά,a
ἔκβαλεb
πρῶτον ⸂ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν⸃,c
καὶ τότε διαβλέψειςd
ἐκβαλεῖνe
τὸ κάρφοςf
ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6
Μὴ δῶτεa
τὸ ἅγιον τοῖς κυσίν,b
μηδὲ βάλητεc
τοὺς μαργαρίταςd
ὑμῶν ἔμπροσθεν τῶν χοίρων,e
μήποτεf
⸀καταπατήσουσινg
αὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντεςh
ῥήξωσινi
ὑμᾶς.
7
Αἰτεῖτε,a
καὶ δοθήσεταιb
ὑμῖν· ζητεῖτε,c
καὶ εὑρήσετε·d
κρούετε,e
καὶ ἀνοιγήσεταιf
ὑμῖν.
8
πᾶς γὰρ ὁ αἰτῶνa
λαμβάνειb
καὶ ὁ ζητῶνc
εὑρίσκειd
καὶ τῷ κρούοντιe
⸀ἀνοιγήσεται.f
9
ἢ τίς ⸀ἐστινa
ἐξ ὑμῶν ἄνθρωπος, ὃν ⸀αἰτήσειb
ὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσειc
αὐτῷ;
10
⸀ἢ καὶ ⸂ἰχθὺνa
αἰτήσει⸃—b
μὴ ὄφινc
ἐπιδώσειd
αὐτῷ;
11
εἰ οὖν ὑμεῖς πονηροὶ ὄντεςa
οἴδατεb
δόματαc
ἀγαθὰ διδόναιd
τοῖς τέκνοις ὑμῶν, πόσῳe
μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσειf
ἀγαθὰ τοῖς αἰτοῦσινg
αὐτόν.
12
Πάντα οὖν ὅσα ⸀ἐὰν θέλητεa
ἵνα ποιῶσινb
ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτεc
αὐτοῖς· οὗτος γάρ ἐστινd
ὁ νόμος καὶ οἱ προφῆται.
13
Εἰσέλθατεa
διὰ τῆς στενῆςb
πύλης·c
ὅτι πλατεῖαd
⸂ἡ πύλη⸃e
καὶ εὐρύχωροςf
ἡ ὁδὸς ἡ ἀπάγουσαg
εἰς τὴν ἀπώλειαν,h
καὶ πολλοί εἰσινi
οἱ εἰσερχόμενοιj
δι’ αὐτῆς·
14
⸀ὅτι στενὴa
ἡ πύληb
καὶ τεθλιμμένηc
ἡ ὁδὸς ἡ ἀπάγουσαd
εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶνe
οἱ εὑρίσκοντεςf
αὐτήν.
15
⸀Προσέχετεa
ἀπὸ τῶν ψευδοπροφητῶν,b
οἵτινες ἔρχονταιc
πρὸς ὑμᾶς ἐν ἐνδύμασιd
προβάτων ἔσωθενe
δέ εἰσινf
λύκοιg
ἅρπαγες.h
16
ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθεa
αὐτούς. μήτιb
συλλέγουσινc
ἀπὸ ἀκανθῶνd
⸀σταφυλὰςe
ἢ ἀπὸ τριβόλωνf
σῦκα;g
17
οὕτως πᾶν δένδρονa
ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ,b
τὸ δὲ σαπρὸνc
δένδρονd
καρποὺς πονηροὺς ποιεῖ·e
18
οὐ δύναταιa
δένδρονb
ἀγαθὸν καρποὺς πονηροὺς ⸀ποιεῖν,c
οὐδὲ δένδρονd
σαπρὸνe
καρποὺς καλοὺς ποιεῖν.f
19
πᾶν δένδρονa
μὴ ποιοῦνb
καρπὸν καλὸν ἐκκόπτεταιc
καὶ εἰς πῦρ βάλλεται.d
20
ἄρα γεa
ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθεb
αὐτούς.
21
Οὐ πᾶς ὁ λέγωνa
μοι· Κύριε κύριε εἰσελεύσεταιb
εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶνc
τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν ⸀τοῖς οὐρανοῖς.
22
πολλοὶ ἐροῦσίνa
μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷb
ὀνόματι ἐπροφητεύσαμεν,c
καὶ τῷ σῷd
ὀνόματι δαιμόνια ἐξεβάλομεν,e
καὶ τῷ σῷf
ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν;g
23
καὶ τότε ὁμολογήσωa
αὐτοῖς ὅτι Οὐδέποτεb
ἔγνωνc
ὑμᾶς· ἀποχωρεῖτεd
ἀπ’ ἐμοῦ οἱ ἐργαζόμενοιe
τὴν ἀνομίαν.f
24
Πᾶς οὖν ὅστις ἀκούειa
μου τοὺς λόγους τούτους καὶ ποιεῖb
αὐτούς, ⸀ὁμοιωθήσεταιc
ἀνδρὶ φρονίμῳ,d
ὅστις ᾠκοδόμησενe
⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν πέτραν.f
25
καὶ κατέβηa
ἡ βροχὴb
καὶ ἦλθονc
οἱ ποταμοὶd
καὶ ἔπνευσανe
οἱ ἄνεμοι καὶ προσέπεσανf
τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν,g
τεθεμελίωτοh
γὰρ ἐπὶ τὴν πέτραν.i
26
καὶ πᾶς ὁ ἀκούωνa
μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶνb
αὐτοὺς ὁμοιωθήσεταιc
ἀνδρὶ μωρῷ,d
ὅστις ᾠκοδόμησενe
⸂αὐτοῦ τὴν οἰκίαν⸃ ἐπὶ τὴν ἄμμον.f
27
καὶ κατέβηa
ἡ βροχὴb
καὶ ἦλθονc
οἱ ποταμοὶd
καὶ ἔπνευσανe
οἱ ἄνεμοι καὶ προσέκοψανf
τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν,g
καὶ ἦνh
ἡ πτῶσιςi
αὐτῆς μεγάλη.
28
Καὶ ἐγένετοa
ὅτε ⸀ἐτέλεσενb
ὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντοc
οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ·
29
ἦνa
γὰρ διδάσκωνb
αὐτοὺς ὡς ἐξουσίαν ἔχωνc
καὶ οὐχ ὡς οἱ γραμματεῖς ⸀αὐτῶν.