4
Τότε ὁ Ἰησοῦς ἀνήχθηa
εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναιb
ὑπὸ τοῦ διαβόλου.
2
καὶ νηστεύσαςa
ἡμέρας τεσσεράκονταb
καὶ νύκτας τεσσεράκονταc
ὕστερονd
ἐπείνασεν.e
3
καὶ προσελθὼνa
⸂ὁ πειράζωνb
εἶπενc
αὐτῷ⸃· Εἰ υἱὸς εἶd
τοῦ θεοῦ, εἰπὲe
ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.f
4
ὁ δὲ ἀποκριθεὶςa
εἶπεν·b
Γέγραπται·c
Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεταιd
⸀ὁ ἄνθρωπος, ἀλλ’ ⸀ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳe
διὰ στόματος θεοῦ.
5
Τότε παραλαμβάνειa
αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ⸀ἔστησενb
αὐτὸν ἐπὶ τὸ πτερύγιονc
τοῦ ἱεροῦ,
6
καὶ λέγειa
αὐτῷ· Εἰ υἱὸς εἶb
τοῦ θεοῦ, βάλεc
σεαυτὸν κάτω·d
γέγραπταιe
γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖταιf
περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσίνg
σε, μήποτεh
προσκόψῃςi
πρὸς λίθον τὸν πόδα σου.
7
ἔφηa
αὐτῷ ὁ Ἰησοῦς· Πάλιν γέγραπται·b
Οὐκ ἐκπειράσειςc
κύριον τὸν θεόν σου.
8
Πάλιν παραλαμβάνειa
αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸνb
λίαν,c
καὶ δείκνυσινd
αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν
9
καὶ ⸀εἶπενa
αὐτῷ· Ταῦτά ⸂σοι πάντα⸃ δώσω,b
ἐὰν πεσὼνc
προσκυνήσῃςd
μοι.
10
τότε λέγειa
αὐτῷ ὁ Ἰησοῦς· ⸀Ὕπαγε,b
Σατανᾶ· γέγραπταιc
γάρ· Κύριον τὸν θεόν σου προσκυνήσειςd
καὶ αὐτῷ μόνῳ λατρεύσεις.e
11
τότε ἀφίησινa
αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθονb
καὶ διηκόνουνc
αὐτῷ.
12
Ἀκούσαςa
⸀δὲ ὅτι Ἰωάννης παρεδόθηb
ἀνεχώρησενc
εἰς τὴν Γαλιλαίαν.
13
καὶ καταλιπὼνa
τὴν Ναζαρὰb
ἐλθὼνc
κατῴκησενd
εἰς Καφαρναοὺμe
τὴν παραθαλασσίανf
ἐν ὁρίοιςg
Ζαβουλὼνh
καὶ Νεφθαλίμ·i
14
ἵνα πληρωθῇa
τὸ ῥηθὲνb
διὰ Ἠσαΐουc
τοῦ προφήτου λέγοντος·d
15
Γῆ Ζαβουλὼνa
καὶ γῆ Νεφθαλίμ,b
ὁδὸν θαλάσσης, πέρανc
τοῦ Ἰορδάνου,d
Γαλιλαία τῶν ἐθνῶν,
16
ὁ λαὸς ὁ καθήμενοςa
ἐν ⸀σκοτίᾳb
⸂φῶς εἶδεν⸃c
μέγα, καὶ τοῖς καθημένοιςd
ἐν χώρᾳe
καὶ σκιᾷf
θανάτου φῶς ἀνέτειλενg
αὐτοῖς.
17
Ἀπὸ τότε ἤρξατοa
ὁ Ἰησοῦς κηρύσσεινb
καὶ λέγειν·c
Μετανοεῖτε,d
ἤγγικενe
γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
18
Περιπατῶνa
δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδενb
δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενονc
Πέτρον καὶ Ἀνδρέανd
τὸν ἀδελφὸν αὐτοῦ, βάλλονταςe
ἀμφίβληστρονf
εἰς τὴν θάλασσαν, ἦσανg
γὰρ ἁλιεῖς·h
19
καὶ λέγειa
αὐτοῖς· Δεῦτεb
ὀπίσω μου, καὶ ποιήσωc
ὑμᾶς ἁλιεῖςd
ἀνθρώπων.
20
οἱ δὲ εὐθέως ἀφέντεςa
τὰ δίκτυαb
ἠκολούθησανc
αὐτῷ.
21
Καὶ προβὰςa
ἐκεῖθενb
εἶδενc
ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίουd
καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίουe
τοῦ πατρὸς αὐτῶν καταρτίζονταςf
τὰ δίκτυαg
αὐτῶν, καὶ ἐκάλεσενh
αὐτούς.
22
οἱ δὲ εὐθέως ἀφέντεςa
τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησανb
αὐτῷ.
23
Καὶ περιῆγενa
⸂ἐν ὅλῃ τῇ Γαλιλαίᾳ⸃, διδάσκωνb
ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσωνc
τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύωνd
πᾶσαν νόσονe
καὶ πᾶσαν μαλακίανf
ἐν τῷ λαῷ.
24
καὶ ἀπῆλθενa
ἡ ἀκοὴb
αὐτοῦ εἰς ὅλην τὴν Συρίαν·c
καὶ προσήνεγκανd
αὐτῷ πάντας τοὺς κακῶςe
ἔχονταςf
ποικίλαιςg
νόσοιςh
καὶ βασάνοιςi
⸀συνεχομένους,j
δαιμονιζομένουςk
καὶ σεληνιαζομένουςl
καὶ παραλυτικούς,m
καὶ ἐθεράπευσενn
αὐτούς.
25
καὶ ἠκολούθησανa
αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεωςb
καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέρανc
τοῦ Ἰορδάνου.d