28
Ὀψὲa
δὲ σαββάτων, τῇ ἐπιφωσκούσῃb
εἰς μίαν σαββάτων, ἦλθενc
⸀Μαριὰμd
ἡ Μαγδαληνὴe
καὶ ἡ ἄλλη Μαρίαf
θεωρῆσαιg
τὸν τάφον.h
2
καὶ ἰδοὺ σεισμὸςa
ἐγένετοb
μέγας· ἄγγελος γὰρ κυρίου καταβὰςc
ἐξ οὐρανοῦ ⸀καὶ προσελθὼνd
ἀπεκύλισεe
τὸν ⸀λίθον καὶ ἐκάθητοf
ἐπάνωg
αὐτοῦ.
3
ἦνa
δὲ ἡ εἰδέαb
αὐτοῦ ⸀ὡς ἀστραπὴc
καὶ τὸ ἔνδυμαd
αὐτοῦ λευκὸνe
ὡς χιών.f
4
ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ ἐσείσθησανa
οἱ τηροῦντεςb
καὶ ἐγενήθησανc
⸀ὡς νεκροί.
5
ἀποκριθεὶςa
δὲ ὁ ἄγγελος εἶπενb
ταῖς γυναιξίν· Μὴ φοβεῖσθεc
ὑμεῖς, οἶδαd
γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένονe
ζητεῖτε·f
6
οὐκ ἔστινa
ὧδε, ἠγέρθηb
γὰρ καθὼς εἶπεν·c
δεῦτεd
ἴδετεe
τὸν τόπον ὅπου ⸀ἔκειτο·f
7
καὶ ταχὺa
πορευθεῖσαιb
εἴπατεc
τοῖς μαθηταῖς αὐτοῦ ὅτι Ἠγέρθηd
ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ προάγειe
ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε·f
ἰδοὺ εἶπονg
ὑμῖν.
8
καὶ ⸀ἀπελθοῦσαιa
ταχὺb
ἀπὸ τοῦ μνημείου μετὰ φόβου καὶ χαρᾶς μεγάλης ἔδραμονc
ἀπαγγεῖλαιd
τοῖς μαθηταῖς αὐτοῦ.
9
⸀καὶ ⸀ἰδοὺ Ἰησοῦς ⸀ὑπήντησενa
αὐταῖς λέγων·b
Χαίρετε·c
αἱ δὲ προσελθοῦσαιd
ἐκράτησανe
αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησανf
αὐτῷ.
10
τότε λέγειa
αὐταῖς ὁ Ἰησοῦς· Μὴ φοβεῖσθε·b
ὑπάγετεc
ἀπαγγείλατεd
τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσινe
εἰς τὴν Γαλιλαίαν, κἀκεῖf
με ὄψονται.g
11
Πορευομένωνa
δὲ αὐτῶν ἰδού τινες τῆς κουστωδίαςb
ἐλθόντεςc
εἰς τὴν πόλιν ἀπήγγειλανd
τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.e
12
καὶ συναχθέντεςa
μετὰ τῶν πρεσβυτέρων συμβούλιόνb
τε λαβόντεςc
ἀργύριαd
ἱκανὰ ἔδωκανe
τοῖς στρατιώταιςf
13
λέγοντες·a
Εἴπατεb
ὅτι Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντεςc
ἔκλεψανd
αὐτὸν ἡμῶν κοιμωμένων·e
14
καὶ ἐὰν ἀκουσθῇa
τοῦτο ⸀ἐπὶ τοῦ ἡγεμόνος,b
ἡμεῖς πείσομενc
⸀αὐτὸν καὶ ὑμᾶς ἀμερίμνουςd
ποιήσομεν.e
15
οἱ δὲ λαβόντεςa
⸀τὰ ἀργύριαb
ἐποίησανc
ὡς ἐδιδάχθησαν.d
Καὶ διεφημίσθηe
ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχριf
τῆς σήμερον ⸀ἡμέρας.
16
Οἱ δὲ ἕνδεκαa
μαθηταὶ ἐπορεύθησανb
εἰς τὴν Γαλιλαίαν εἰς τὸ ὄρος οὗ ἐτάξατοc
αὐτοῖς ὁ Ἰησοῦς,
17
καὶ ἰδόντεςa
αὐτὸν ⸀προσεκύνησαν,b
οἱ δὲ ἐδίστασαν.c
18
καὶ προσελθὼνa
ὁ Ἰησοῦς ἐλάλησενb
αὐτοῖς λέγων·c
Ἐδόθηd
μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ ⸀τῆς γῆς·
19
πορευθέντεςa
⸀οὖν μαθητεύσατεb
πάντα τὰ ἔθνη, ⸀βαπτίζοντεςc
αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος,
20
διδάσκοντεςa
αὐτοὺς τηρεῖνb
πάντα ὅσα ἐνετειλάμηνc
ὑμῖν· καὶ ἰδοὺ ἐγὼ μεθ’ ὑμῶν εἰμιd
πάσας τὰς ἡμέρας ἕως τῆς συντελείαςe
τοῦ ⸀αἰῶνος.