Κατὰ Μαθθαῖον

23
Τότε Ἰησοῦς ἐλάλησενa τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ
2λέγων·a Ἐπὶ τῆς Μωϋσέως καθέδραςb ἐκάθισανc οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι.
3πάντα οὖν ὅσα ⸀ἐὰν εἴπωσινa ὑμῖν ⸂ποιήσατεb καὶ τηρεῖτε⸃,c κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε,d λέγουσινe γὰρ καὶ οὐ ποιοῦσιν.f
4δεσμεύουσινa ⸀δὲ φορτίαb ⸀βαρέαc καὶ ἐπιτιθέασινd ἐπὶ τοὺς ὤμουςe τῶν ἀνθρώπων, ⸂αὐτοὶ δὲ τῷ⸃ δακτύλῳf αὐτῶν οὐ θέλουσινg κινῆσαιh αὐτά.
5πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσινa πρὸς τὸ θεαθῆναιb τοῖς ἀνθρώποις· πλατύνουσιc ⸀γὰρ τὰ φυλακτήριαd αὐτῶν καὶ μεγαλύνουσιe τὰ ⸀κράσπεδα,f
6φιλοῦσιa ⸀δὲ τὴν πρωτοκλισίανb ἐν τοῖς δείπνοιςc καὶ τὰς πρωτοκαθεδρίαςd ἐν ταῖς συναγωγαῖς
7καὶ τοὺς ἀσπασμοὺςa ἐν ταῖς ἀγοραῖςb καὶ καλεῖσθαιc ὑπὸ τῶν ἀνθρώπων· ⸀Ῥαββί.d
8ὑμεῖς δὲ μὴ κληθῆτε·a Ῥαββί,b εἷς γάρ ἐστινc ὑμῶν ⸀διδάσκαλος, πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε·d
9καὶ πατέρα μὴ καλέσητεa ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστινb ⸂ὑμῶν πατὴρ⸃ ⸀οὐράνιος·c
10μηδὲ κληθῆτεa καθηγηταί,b ⸂ὅτι καθηγητὴςc ὑμῶν ἐστινd εἷς⸃ χριστός·
11 δὲ μείζων ὑμῶν ἔσταιa ὑμῶν διάκονος.b
12ὅστις δὲ ὑψώσειa ἑαυτὸν ταπεινωθήσεται,b καὶ ὅστις ταπεινώσειc ἑαυτὸν ⸀ὑψωθήσεται.d
13Οὐαὶ ⸀δὲ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,a ὅτι κλείετεb τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε,c οὐδὲ τοὺς εἰσερχομένουςd ἀφίετεe ⸀εἰσελθεῖν.f
15Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,a ὅτι περιάγετεb τὴν θάλασσαν καὶ τὴν ξηρὰνc ποιῆσαιd ἕνα προσήλυτον,e καὶ ὅταν γένηταιf ποιεῖτεg αὐτὸν υἱὸν γεέννηςh διπλότερονi ὑμῶν.
16Οὐαὶ ὑμῖν, ὁδηγοὶa τυφλοὶ οἱ λέγοντες·b Ὃς ἂν ὀμόσῃc ἐν τῷ ναῷ, οὐδέν ἐστιν,d ὃς δ’ ἂν ὀμόσῃe ἐν τῷ χρυσῷf τοῦ ναοῦ ὀφείλει.g
17μωροὶa καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν,b χρυσὸςc ναὸς ⸀ἁγιάσαςd τὸν χρυσόν;e
18καί· Ὃς ⸀ἂν ὀμόσῃa ἐν τῷ θυσιαστηρίῳ,b οὐδέν ἐστιν,c ὃς δ’ ἂν ὀμόσῃd ἐν τῷ δώρῳe τῷ ἐπάνωf αὐτοῦ ὀφείλει.g
19⸀τυφλοί, τί γὰρ μεῖζον, τὸ δῶρονa τὸ θυσιαστήριονb τὸ ἁγιάζονc τὸ δῶρον;d
20 οὖν ὀμόσαςa ἐν τῷ θυσιαστηρίῳb ὀμνύειc ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνωd αὐτοῦ·
21καὶ ὀμόσαςa ἐν τῷ ναῷ ὀμνύειb ἐν αὐτῷ καὶ ἐν τῷ ⸀κατοικοῦντιc αὐτόν·
22καὶ ὀμόσαςa ἐν τῷ οὐρανῷ ὀμνύειb ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳc ἐπάνωd αὐτοῦ.
23Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,a ὅτι ἀποδεκατοῦτεb τὸ ἡδύοσμονc καὶ τὸ ἄνηθονd καὶ τὸ κύμινον,e καὶ ἀφήκατεf τὰ βαρύτεραg τοῦ νόμου, τὴν κρίσιν καὶ ⸂τὸ ἔλεος⸃h καὶ τὴν πίστιν· ⸀ταῦτα ἔδειi ποιῆσαιj κἀκεῖναk μὴ ⸀ἀφιέναι.l
24ὁδηγοὶa τυφλοί, ⸀οἱ διϋλίζοντεςb τὸν κώνωπαc τὴν δὲ κάμηλονd καταπίνοντες.e
25Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,a ὅτι καθαρίζετεb τὸ ἔξωθενc τοῦ ποτηρίου καὶ τῆς παροψίδος,d ἔσωθενe δὲ γέμουσινf ἐξ ἁρπαγῆςg καὶ ⸀ἀκρασίας.h
26Φαρισαῖε τυφλέ, καθάρισονa πρῶτον τὸ ἐντὸςb τοῦ ποτηρίου ⸂καὶ τῆς παροψίδος⸃,c ἵνα γένηταιd καὶ τὸ ἐκτὸςe ⸀αὐτοῦ καθαρόν.f
27Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,a ὅτι ⸀παρομοιάζετεb τάφοιςc κεκονιαμένοις,d οἵτινες ἔξωθενe μὲν φαίνονταιf ὡραῖοιg ἔσωθενh δὲ γέμουσινi ὀστέωνj νεκρῶν καὶ πάσης ἀκαθαρσίας·k
28οὕτως καὶ ὑμεῖς ἔξωθενa μὲν φαίνεσθεb τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθενc δέ ⸂ἐστεd μεστοὶ⸃e ὑποκρίσεωςf καὶ ἀνομίας.g
29Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί,a ὅτι οἰκοδομεῖτεb τοὺς τάφουςc τῶν προφητῶν καὶ κοσμεῖτεd τὰ μνημεῖα τῶν δικαίων,
30καὶ λέγετε·a Εἰ ⸀ἤμεθαb ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ⸁ἤμεθαc ⸂αὐτῶν κοινωνοὶ⸃d ἐν τῷ αἵματι τῶν προφητῶν·
31ὥστε μαρτυρεῖτεa ἑαυτοῖς ὅτι υἱοί ἐστεb τῶν φονευσάντωνc τοὺς προφήτας.
32καὶ ὑμεῖς πληρώσατεa τὸ μέτρονb τῶν πατέρων ὑμῶν.
33ὄφειςa γεννήματαb ἐχιδνῶν,c πῶς φύγητεd ἀπὸ τῆς κρίσεως τῆς γεέννης;e
34διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλωa πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺςb καὶ γραμματεῖς· ⸀ἐξ αὐτῶν ἀποκτενεῖτεc καὶ σταυρώσετε,d καὶ ἐξ αὐτῶν μαστιγώσετεe ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετεf ἀπὸ πόλεως εἰς πόλιν·
35ὅπως ἔλθῃa ἐφ’ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενονb ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελc τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίουd υἱοῦ Βαραχίου,e ὃν ἐφονεύσατεf μεταξὺg τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου.h
36ἀμὴν λέγωa ὑμῖν, ⸀ἥξειb ⸂ταῦτα πάντα⸃ ἐπὶ τὴν γενεὰν ταύτην.
37Ἰερουσαλὴμ Ἰερουσαλήμ, ⸀ἀποκτείνουσαa τοὺς προφήτας καὶ λιθοβολοῦσαb τοὺς ἀπεσταλμένουςc πρὸς αὐτήν— ποσάκιςd ἠθέλησαe ἐπισυναγαγεῖνf τὰ τέκνα σου, ὃν τρόπονg ⸂ὄρνιςh ἐπισυνάγει⸃i τὰ νοσσίαj ⸀αὐτῆς ὑπὸ τὰς πτέρυγας,k καὶ οὐκ ἠθελήσατε;l
38ἰδοὺ ἀφίεταιa ὑμῖν οἶκος ὑμῶν ⸀ἔρημος.
39λέγωa γὰρ ὑμῖν, οὐ μή με ἴδητεb ἀπ’ ἄρτι ἕως ἂν εἴπητε·c Εὐλογημένοςd ἐρχόμενοςe ἐν ὀνόματι κυρίου.