21
Καὶ ὅτε ἤγγισανa
εἰς Ἱεροσόλυμα καὶ ἦλθονb
εἰς Βηθφαγὴc
⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν,d
τότε ⸀Ἰησοῦς ἀπέστειλενe
δύο μαθητὰς
2
λέγωνa
αὐτοῖς· ⸀Πορεύεσθεb
εἰς τὴν κώμηνc
τὴν ⸀κατέναντιd
ὑμῶν, καὶ ⸀εὐθέως εὑρήσετεe
ὄνονf
δεδεμένηνg
καὶ πῶλονh
μετ’ αὐτῆς· λύσαντεςi
⸀ἀγάγετέj
μοι.
3
καὶ ἐάν τις ὑμῖν εἴπῃa
τι, ἐρεῖτεb
ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει·c
⸀εὐθὺς δὲ ⸀ἀποστελεῖd
αὐτούς.
4
Τοῦτο ⸀δὲ γέγονενa
ἵνα πληρωθῇb
τὸ ῥηθὲνc
διὰ τοῦ προφήτου λέγοντος·d
5
Εἴπατεa
τῇ θυγατρὶb
Σιών·c
Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταίd
σοι πραῢςe
καὶ ἐπιβεβηκὼςf
ἐπὶ ὄνονg
καὶ ⸀ἐπὶ πῶλονh
υἱὸν ὑποζυγίου.i
6
πορευθέντεςa
δὲ οἱ μαθηταὶ καὶ ποιήσαντεςb
καθὼς ⸀συνέταξενc
αὐτοῖς ὁ Ἰησοῦς
7
ἤγαγονa
τὴν ὄνονb
καὶ τὸν πῶλον,c
καὶ ἐπέθηκανd
⸀ἐπ’ αὐτῶν τὰ ⸀ἱμάτια, καὶ ἐπεκάθισενe
ἐπάνωf
αὐτῶν.
8
ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσανa
ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτονb
κλάδουςc
ἀπὸ τῶν δένδρωνd
καὶ ἐστρώννυονe
ἐν τῇ ὁδῷ.
9
οἱ δὲ ὄχλοι οἱ προάγοντεςa
⸀αὐτὸν καὶ οἱ ἀκολουθοῦντεςb
ἔκραζονc
λέγοντες·d
Ὡσαννὰe
τῷ υἱῷ Δαυίδ· Εὐλογημένοςf
ὁ ἐρχόμενοςg
ἐν ὀνόματι κυρίου· Ὡσαννὰh
ἐν τοῖς ὑψίστοις.i
10
καὶ εἰσελθόντοςa
αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθηb
πᾶσα ἡ πόλις λέγουσα·c
Τίς ἐστινd
οὗτος;
11
οἱ δὲ ὄχλοι ἔλεγον·a
Οὗτός ἐστινb
⸂ὁ προφήτης Ἰησοῦς⸃ ὁ ἀπὸ Ναζαρὲθc
τῆς Γαλιλαίας.
12
Καὶ εἰσῆλθενa
⸀Ἰησοῦς εἰς τὸ ⸀ἱερόν, καὶ ἐξέβαλενb
πάντας τοὺς πωλοῦνταςc
καὶ ἀγοράζονταςd
ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζαςe
τῶν κολλυβιστῶνf
κατέστρεψενg
καὶ τὰς καθέδραςh
τῶν πωλούντωνi
τὰς περιστεράς,j
13
καὶ λέγειa
αὐτοῖς· Γέγραπται·b
Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται,c
ὑμεῖς δὲ αὐτὸν ⸀ποιεῖτεd
σπήλαιονe
λῃστῶν.f
14
Καὶ προσῆλθονa
αὐτῷ ⸂τυφλοὶ καὶ χωλοὶ⸃b
ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσενc
αὐτούς.
15
ἰδόντεςa
δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσιαb
ἃ ἐποίησενc
καὶ τοὺς παῖδαςd
⸀τοὺς κράζονταςe
ἐν τῷ ἱερῷ καὶ λέγοντας·f
Ὡσαννὰg
τῷ υἱῷ Δαυίδ ἠγανάκτησανh
16
καὶ εἶπανa
αὐτῷ· Ἀκούειςb
τί οὗτοι λέγουσιν;c
ὁ δὲ Ἰησοῦς λέγειd
αὐτοῖς· Ναί. οὐδέποτεe
ἀνέγνωτεf
ὅτι Ἐκ στόματος νηπίωνg
καὶ θηλαζόντωνh
κατηρτίσωi
αἶνον;j
17
καὶ καταλιπὼνa
αὐτοὺς ἐξῆλθενb
ἔξω τῆς πόλεως εἰς Βηθανίαν,c
καὶ ηὐλίσθηd
ἐκεῖ.
18
⸀Πρωῒa
δὲ ⸀ἐπανάγωνb
εἰς τὴν πόλιν ἐπείνασεν.c
19
καὶ ἰδὼνa
συκῆνb
μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθενc
ἐπ’ αὐτήν, καὶ οὐδὲν εὗρενd
ἐν αὐτῇ εἰ μὴ φύλλαe
μόνον, καὶ λέγειf
αὐτῇ· ⸀Μηκέτιg
ἐκ σοῦ καρπὸς γένηταιh
εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθηi
παραχρῆμαj
ἡ συκῆ.k
20
καὶ ἰδόντεςa
οἱ μαθηταὶ ἐθαύμασανb
λέγοντες·c
Πῶς παραχρῆμαd
ἐξηράνθηe
ἡ συκῆ;f
21
ἀποκριθεὶςa
δὲ ὁ Ἰησοῦς εἶπενb
αὐτοῖς· Ἀμὴν λέγωc
ὑμῖν, ἐὰν ἔχητεd
πίστιν καὶ μὴ διακριθῆτε,e
οὐ μόνον τὸ τῆς συκῆςf
ποιήσετε,g
ἀλλὰ κἂνh
τῷ ὄρει τούτῳ εἴπητε·i
Ἄρθητιj
καὶ βλήθητιk
εἰς τὴν θάλασσαν, γενήσεται·l
22
καὶ πάντα ὅσα ⸀ἂν αἰτήσητεa
ἐν τῇ προσευχῇ πιστεύοντεςb
λήμψεσθε.c
23
Καὶ ⸂ἐλθόντοςa
αὐτοῦ⸃ εἰς τὸ ἱερὸν προσῆλθονb
αὐτῷ διδάσκοντιc
οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες·d
Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;e
καὶ τίς σοι ἔδωκενf
τὴν ἐξουσίαν ταύτην;
24
ἀποκριθεὶςa
δὲ ὁ Ἰησοῦς εἶπενb
αὐτοῖς· Ἐρωτήσωc
ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέd
μοι κἀγὼ ὑμῖν ἐρῶe
ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ·f
25
τὸ βάπτισμαa
⸀τὸ Ἰωάννου πόθενb
ἦν;c
ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντοd
⸀ἐν ἑαυτοῖς λέγοντες·e
Ἐὰν εἴπωμεν·f
Ἐξ οὐρανοῦ, ἐρεῖg
ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατεh
αὐτῷ;
26
ἐὰν δὲ εἴπωμεν·a
Ἐξ ἀνθρώπων, φοβούμεθαb
τὸν ὄχλον, πάντες γὰρ ⸂ὡς προφήτην ἔχουσινc
τὸν Ἰωάννην⸃.
27
καὶ ἀποκριθέντεςa
τῷ Ἰησοῦ εἶπαν·b
Οὐκ οἴδαμεν.c
ἔφηd
αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγωe
ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.f
28
Τί δὲ ὑμῖν δοκεῖ;a
ἄνθρωπος εἶχενb
τέκνα δύο. ⸀προσελθὼνc
τῷ πρώτῳ εἶπεν·d
Τέκνον, ὕπαγεe
σήμερον ἐργάζουf
ἐν τῷ ⸀ἀμπελῶνι.g
29
ὁ δὲ ἀποκριθεὶςa
εἶπεν·b
⸂Οὐ θέλω·c
ὕστερονd
δὲ μεταμεληθεὶς⸃e
ἀπῆλθεν.f
30
⸂προσελθὼνa
δὲ⸃ τῷ ⸀δευτέρῳ εἶπενb
ὡσαύτως·c
ὁ δὲ ἀποκριθεὶςd
εἶπεν·e
⸂Ἐγώ, κύριε· καὶ οὐκ⸃ ἀπῆλθεν.f
31
τίς ἐκ τῶν δύο ἐποίησενa
τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν·b
Ὁ ⸀πρῶτος. λέγειc
αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγωd
ὑμῖν ὅτι οἱ τελῶναιe
καὶ αἱ πόρναιf
προάγουσινg
ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
32
ἦλθενa
γὰρ ⸂Ἰωάννης πρὸς ὑμᾶς⸃ ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατεb
αὐτῷ· οἱ δὲ τελῶναιc
καὶ αἱ πόρναιd
ἐπίστευσανe
αὐτῷ· ὑμεῖς δὲ ἰδόντεςf
⸀οὐδὲ μετεμελήθητεg
ὕστερονh
τοῦ πιστεῦσαιi
αὐτῷ.
33
Ἄλλην παραβολὴν ἀκούσατε.a
⸀Ἄνθρωπος ἦνb
οἰκοδεσπότηςc
ὅστις ἐφύτευσενd
ἀμπελῶναe
καὶ φραγμὸνf
αὐτῷ περιέθηκενg
καὶ ὤρυξενh
ἐν αὐτῷ ληνὸνi
καὶ ᾠκοδόμησενj
πύργον,k
καὶ ἐξέδετοl
αὐτὸν γεωργοῖς,m
καὶ ἀπεδήμησεν.n
34
ὅτε δὲ ἤγγισενa
ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλενb
τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺςc
λαβεῖνd
τοὺς καρποὺς αὐτοῦ.
35
καὶ λαβόντεςa
οἱ γεωργοὶb
τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν,c
ὃν δὲ ἀπέκτειναν,d
ὃν δὲ ἐλιθοβόλησαν.e
36
πάλιν ἀπέστειλενa
ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησανb
αὐτοῖς ὡσαύτως.c
37
ὕστερονa
δὲ ἀπέστειλενb
πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων·c
Ἐντραπήσονταιd
τὸν υἱόν μου.
38
οἱ δὲ γεωργοὶa
ἰδόντεςb
τὸν υἱὸν εἶπονc
ἐν ἑαυτοῖς· Οὗτός ἐστινd
ὁ κληρονόμος·e
δεῦτεf
ἀποκτείνωμενg
αὐτὸν καὶ ⸀σχῶμενh
τὴν κληρονομίανi
αὐτοῦ·
39
καὶ λαβόντεςa
αὐτὸν ἐξέβαλονb
ἔξω τοῦ ἀμπελῶνοςc
καὶ ἀπέκτειναν.d
40
ὅταν οὖν ἔλθῃa
ὁ κύριος τοῦ ἀμπελῶνος,b
τί ποιήσειc
τοῖς γεωργοῖςd
ἐκείνοις;
41
λέγουσινa
αὐτῷ· Κακοὺς κακῶςb
ἀπολέσειc
αὐτούς, καὶ τὸν ἀμπελῶναd
ἐκδώσεταιe
ἄλλοις γεωργοῖς,f
οἵτινες ἀποδώσουσινg
αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
42
Λέγειa
αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτεb
ἀνέγνωτεc
ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασανd
οἱ οἰκοδομοῦντεςe
οὗτος ἐγενήθηf
εἰς κεφαλὴν γωνίας·g
παρὰ κυρίου ἐγένετοh
αὕτη, καὶ ἔστινi
θαυμαστὴj
ἐν ὀφθαλμοῖς ἡμῶν;
43
διὰ τοῦτο λέγωa
ὑμῖν ὅτι ἀρθήσεταιb
ἀφ’ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεταιc
ἔθνει ποιοῦντιd
τοὺς καρποὺς αὐτῆς.
44
⸂Καὶ ὁ πεσὼνa
ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται·b
ἐφ’ ὃν δ’ ἂν πέσῃc
λικμήσειd
αὐτόν.⸃
45
Καὶ ἀκούσαντεςa
οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσανb
ὅτι περὶ αὐτῶν λέγει·c
46
καὶ ζητοῦντεςa
αὐτὸν κρατῆσαιb
ἐφοβήθησανc
τοὺς ὄχλους, ⸂ἐπεὶd
εἰς⸃ προφήτην αὐτὸν εἶχον.e