2
Τοῦ δὲ Ἰησοῦ γεννηθέντοςa
ἐν Βηθλέεμb
τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοιc
ἀπὸ ἀνατολῶνd
παρεγένοντοe
εἰς Ἱεροσόλυμα
2
λέγοντες·a
Ποῦ ἐστινb
ὁ τεχθεὶςc
βασιλεὺς τῶν Ἰουδαίων; εἴδομενd
γὰρ αὐτοῦ τὸν ἀστέραe
ἐν τῇ ἀνατολῇf
καὶ ἤλθομενg
προσκυνῆσαιh
αὐτῷ.
3
ἀκούσαςa
δὲ ⸂ὁ βασιλεὺς Ἡρῴδης⸃ ἐταράχθηb
καὶ πᾶσα Ἱεροσόλυμα μετ’ αὐτοῦ,
4
καὶ συναγαγὼνa
πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετοb
παρ’ αὐτῶν ποῦ ὁ χριστὸς γεννᾶται.c
5
οἱ δὲ εἶπανa
αὐτῷ· Ἐν Βηθλέεμb
τῆς Ἰουδαίας· οὕτως γὰρ γέγραπταιc
διὰ τοῦ προφήτου·
6
Καὶ σύ, Βηθλέεμa
γῆ Ἰούδα, οὐδαμῶςb
ἐλαχίστηc
εἶd
ἐν τοῖς ἡγεμόσινe
Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεταιf
ἡγούμενος,g
ὅστις ποιμανεῖh
τὸν λαόν μου τὸν Ἰσραήλ.
7
Τότε Ἡρῴδης λάθρᾳa
καλέσαςb
τοὺς μάγουςc
ἠκρίβωσενd
παρ’ αὐτῶν τὸν χρόνον τοῦ φαινομένουe
ἀστέρος,f
8
καὶ πέμψαςa
αὐτοὺς εἰς Βηθλέεμb
εἶπεν·c
Πορευθέντεςd
⸂ἐξετάσατεe
ἀκριβῶς⸃f
περὶ τοῦ παιδίου· ἐπὰνg
δὲ εὕρητε,h
ἀπαγγείλατέi
μοι, ὅπως κἀγὼ ἐλθὼνj
προσκυνήσωk
αὐτῷ.
9
οἱ δὲ ἀκούσαντεςa
τοῦ βασιλέως ἐπορεύθησαν,b
καὶ ἰδοὺ ὁ ἀστὴρc
ὃν εἶδονd
ἐν τῇ ἀνατολῇe
προῆγενf
αὐτούς, ἕως ἐλθὼνg
⸀ἐστάθηh
ἐπάνωi
οὗ ἦνj
τὸ παιδίον.
10
ἰδόντεςa
δὲ τὸν ἀστέραb
ἐχάρησανc
χαρὰν μεγάλην σφόδρα.d
11
καὶ ἐλθόντεςa
εἰς τὴν οἰκίαν εἶδονb
τὸ παιδίον μετὰ Μαρίαςc
τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντεςd
προσεκύνησανe
αὐτῷ, καὶ ἀνοίξαντεςf
τοὺς θησαυροὺςg
αὐτῶν προσήνεγκανh
αὐτῷ δῶρα,i
χρυσὸνj
καὶ λίβανονk
καὶ σμύρναν.l
12
καὶ χρηματισθέντεςa
κατ’ ὄναρb
μὴ ἀνακάμψαιc
πρὸς Ἡρῴδην δι’ ἄλλης ὁδοῦ ἀνεχώρησανd
εἰς τὴν χώρανe
αὐτῶν.
13
Ἀναχωρησάντωνa
δὲ αὐτῶν ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεταιb
κατ’ ὄναρ⸃c
τῷ Ἰωσὴφ λέγων·d
Ἐγερθεὶςe
παράλαβεf
τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεῦγεg
εἰς Αἴγυπτον,h
καὶ ἴσθιi
ἐκεῖ ἕως ἂν εἴπωj
σοι· μέλλειk
γὰρ Ἡρῴδης ζητεῖνl
τὸ παιδίον τοῦ ἀπολέσαιm
αὐτό.
14
ὁ δὲ ἐγερθεὶςa
παρέλαβεb
τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ νυκτὸς καὶ ἀνεχώρησενc
εἰς Αἴγυπτον,d
15
καὶ ἦνa
ἐκεῖ ἕως τῆς τελευτῆςb
Ἡρῴδου· ἵνα πληρωθῇc
τὸ ῥηθὲνd
⸀ὑπὸ κυρίου διὰ τοῦ προφήτου λέγοντος·e
Ἐξ Αἰγύπτουf
ἐκάλεσαg
τὸν υἱόν μου.
16
Τότε Ἡρῴδης ἰδὼνa
ὅτι ἐνεπαίχθηb
ὑπὸ τῶν μάγωνc
ἐθυμώθηd
λίαν,e
καὶ ἀποστείλαςf
ἀνεῖλενg
πάντας τοὺς παῖδαςh
τοὺς ἐν Βηθλέεμi
καὶ ἐν πᾶσι τοῖς ὁρίοιςj
αὐτῆς ἀπὸ διετοῦςk
καὶ κατωτέρω,l
κατὰ τὸν χρόνον ὃν ἠκρίβωσενm
παρὰ τῶν μάγων.n
17
τότε ἐπληρώθηa
τὸ ῥηθὲνb
⸀διὰ Ἰερεμίουc
τοῦ προφήτου λέγοντος·d
18
Φωνὴ ἐν Ῥαμὰa
⸀ἠκούσθη,b
κλαυθμὸςc
καὶ ὀδυρμὸςd
πολύς· Ῥαχὴλe
κλαίουσαf
τὰ τέκνα αὐτῆς, καὶ οὐκ ἤθελενg
παρακληθῆναιh
ὅτι οὐκ εἰσίν.i
19
Τελευτήσαντοςa
δὲ τοῦ Ἡρῴδου ἰδοὺ ἄγγελος κυρίου ⸂φαίνεταιb
κατ’ ὄναρ⸃c
τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳd
20
λέγων·a
Ἐγερθεὶςb
παράλαβεc
τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ πορεύουd
εἰς γῆν Ἰσραήλ, τεθνήκασινe
γὰρ οἱ ζητοῦντεςf
τὴν ψυχὴν τοῦ παιδίου.
21
ὁ δὲ ἐγερθεὶςa
παρέλαβεb
τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ ⸀εἰσῆλθενc
εἰς γῆν Ἰσραήλ.
22
ἀκούσαςa
δὲ ὅτι Ἀρχέλαοςb
⸀βασιλεύειc
τῆς Ἰουδαίας ἀντὶd
⸂τοῦ πατρὸς αὐτοῦ Ἡρῴδου⸃ ἐφοβήθηe
ἐκεῖ ἀπελθεῖν·f
χρηματισθεὶςg
δὲ κατ’ ὄναρh
ἀνεχώρησενi
εἰς τὰ μέρη τῆς Γαλιλαίας,
23
καὶ ἐλθὼνa
κατῴκησενb
εἰς πόλιν λεγομένηνc
Ναζαρέτ,d
ὅπως πληρωθῇe
τὸ ῥηθὲνf
διὰ τῶν προφητῶν ὅτι Ναζωραῖοςg
κληθήσεται.h