16
Καὶ προσελθόντεςa
οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοιb
πειράζοντεςc
ἐπηρώτησανd
αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαιe
αὐτοῖς.
2
ὁ δὲ ἀποκριθεὶςa
εἶπενb
αὐτοῖς· ⸂Ὀψίαςc
γενομένηςd
λέγετε·e
Εὐδία,f
πυρράζειg
γὰρ ὁ οὐρανός·
3
καὶ πρωΐ·a
Σήμερον χειμών,b
πυρράζειc
γὰρ στυγνάζωνd
ὁ οὐρανός. ⸀τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετεe
διακρίνειν,f
τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.⸃g
4
Γενεὰ πονηρὰ καὶ μοιχαλὶςa
σημεῖον ἐπιζητεῖ,b
καὶ σημεῖον οὐ δοθήσεταιc
αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ.d
καὶ καταλιπὼνe
αὐτοὺς ἀπῆλθεν.f
5
Καὶ ἐλθόντεςa
οἱ ⸀μαθηταὶ εἰς τὸ πέρανb
ἐπελάθοντοc
ἄρτους λαβεῖν.d
6
ὁ δὲ Ἰησοῦς εἶπενa
αὐτοῖς· Ὁρᾶτεb
καὶ προσέχετεc
ἀπὸ τῆς ζύμηςd
τῶν Φαρισαίων καὶ Σαδδουκαίων.e
7
οἱ δὲ διελογίζοντοa
ἐν ἑαυτοῖς λέγοντεςb
ὅτι Ἄρτους οὐκ ἐλάβομεν.c
8
γνοὺςa
δὲ ὁ Ἰησοῦς ⸀εἶπεν·b
Τί διαλογίζεσθεc
ἐν ἑαυτοῖς, ὀλιγόπιστοι,d
ὅτι ἄρτους οὐκ ⸀ἐλάβετε;e
9
οὔπωa
νοεῖτε,b
οὐδὲ μνημονεύετεc
τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίωνd
καὶ πόσουςe
κοφίνουςf
ἐλάβετε;g
10
οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίωνa
καὶ πόσαςb
σπυρίδαςc
ἐλάβετε;d
11
πῶς οὐ νοεῖτεa
ὅτι οὐ περὶ ⸀ἄρτων εἶπονb
ὑμῖν; ⸂προσέχετεc
δὲ⸃ ἀπὸ τῆς ζύμηςd
τῶν Φαρισαίων καὶ Σαδδουκαίων.e
12
τότε συνῆκανa
ὅτι οὐκ εἶπενb
προσέχεινc
ἀπὸ τῆς ζύμηςd
⸂τῶν ἄρτων⸃ ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων.e
13
Ἐλθὼνa
δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείαςb
τῆς Φιλίππου ἠρώταc
τοὺς μαθητὰς αὐτοῦ λέγων·d
⸀Τίνα λέγουσινe
οἱ ἄνθρωποι εἶναιf
τὸν υἱὸν τοῦ ἀνθρώπου;
14
οἱ δὲ εἶπαν·a
Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν,b
ἄλλοι δὲ Ἠλίαν,c
ἕτεροι δὲ Ἰερεμίανd
ἢ ἕνα τῶν προφητῶν.
15
λέγειa
αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετεb
εἶναι;c
16
ἀποκριθεὶςa
δὲ Σίμων Πέτρος εἶπεν·b
Σὺ εἶc
ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.d
17
⸂ἀποκριθεὶςa
δὲ⸃ ὁ Ἰησοῦς εἶπενb
αὐτῷ· Μακάριος εἶ,c
Σίμων Βαριωνᾶ,d
ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψένe
σοι ἀλλ’ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς·
18
κἀγὼ δέ σοι λέγωa
ὅτι σὺ εἶb
Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳc
οἰκοδομήσωd
μου τὴν ἐκκλησίαν, καὶ πύλαιe
ᾅδουf
οὐ κατισχύσουσινg
αὐτῆς·
19
⸀δώσωa
σοι τὰς ⸀κλεῖδαςb
τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ⸀ἐὰν δήσῃςc
ἐπὶ τῆς γῆς ἔσταιd
δεδεμένονe
ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ⸁ἐὰν λύσῃςf
ἐπὶ τῆς γῆς ἔσταιg
λελυμένονh
ἐν τοῖς οὐρανοῖς.
20
τότε ⸀διεστείλατοa
τοῖς ⸀μαθηταῖς ἵνα μηδενὶ εἴπωσινb
ὅτι αὐτός ⸀ἐστινc
ὁ χριστός.
21
Ἀπὸ τότε ἤρξατοa
⸂ὁ Ἰησοῦς⸃ δεικνύεινb
τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖc
αὐτὸν ⸂εἰς Ἱεροσόλυμα ἀπελθεῖν⸃d
καὶ πολλὰ παθεῖνe
ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναιf
καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.g
22
καὶ προσλαβόμενοςa
αὐτὸν ὁ Πέτρος ἤρξατοb
ἐπιτιμᾶνc
αὐτῷ λέγων·d
Ἵλεώςe
σοι, κύριε· οὐ μὴ ἔσταιf
σοι τοῦτο.
23
ὁ δὲ στραφεὶςa
εἶπενb
τῷ Πέτρῳ· Ὕπαγεc
ὀπίσω μου, Σατανᾶ· σκάνδαλονd
⸂εἶe
ἐμοῦ⸃, ὅτι οὐ φρονεῖςf
τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.
24
Τότε ὁ Ἰησοῦς εἶπενa
τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλειb
ὀπίσω μου ἐλθεῖν,c
ἀπαρνησάσθωd
ἑαυτὸν καὶ ἀράτωe
τὸν σταυρὸνf
αὐτοῦ καὶ ἀκολουθείτωg
μοι.
25
ὃς γὰρ ⸀ἐὰν θέλῃa
τὴν ψυχὴν αὐτοῦ σῶσαιb
ἀπολέσειc
αὐτήν· ὃς δ’ ἂν ἀπολέσῃd
τὴν ψυχὴν αὐτοῦ ἕνεκενe
ἐμοῦ εὑρήσειf
αὐτήν.
26
τί γὰρ ⸀ὠφεληθήσεταιa
ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃb
τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ;c
ἢ τί δώσειd
ἄνθρωπος ἀντάλλαγμαe
τῆς ψυχῆς αὐτοῦ;
27
μέλλειa
γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαιb
ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσειc
ἑκάστῳ κατὰ τὴν πρᾶξινd
αὐτοῦ.
28
ἀμὴν λέγωa
ὑμῖν ⸀ὅτι εἰσίνb
τινες ⸂τῶν ὧδε ἑστώτων⸃c
οἵτινες οὐ μὴ γεύσωνταιd
θανάτου ἕως ἂν ἴδωσινe
τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενονf
ἐν τῇ βασιλείᾳ αὐτοῦ.