Κατὰ Μαθθαῖον

15
Τότε προσέρχονταιa τῷ ⸀Ἰησοῦ ἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς⸃ λέγοντεςb
2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσινa τὴν παράδοσινb τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονταιc τὰς χεῖρας ⸀αὐτῶν ὅταν ἄρτον ἐσθίωσιν.d
3 δὲ ἀποκριθεὶςa εἶπενb αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετεc τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσινd ὑμῶν;
4 γὰρ θεὸς ⸀εἶπεν·a Τίμαb τὸν πατέρα καὶ τὴν μητέρα, καί· κακολογῶνc πατέρα μητέρα θανάτῳ τελευτάτω·d
5ὑμεῖς δὲ λέγετε·a Ὃς ἂν εἴπῃb τῷ πατρὶ τῇ μητρί· Δῶρονc ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς,d
6⸀οὐ μὴ ⸀τιμήσειa τὸν πατέρα ⸀αὐτοῦ· καὶ ἠκυρώσατεb ⸂τὸν λόγον⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσινc ὑμῶν.
7ὑποκριταί,a καλῶς ἐπροφήτευσενb περὶ ὑμῶν Ἠσαΐαςc λέγων·d
8⸂Ὁ λαὸς οὗτος⸃ τοῖς χείλεσίνa με τιμᾷ,b δὲ καρδία αὐτῶν πόρρωc ἀπέχειd ἀπ’ ἐμοῦ·
9μάτηνa δὲ σέβονταίb με, διδάσκοντεςc διδασκαλίαςd ἐντάλματαe ἀνθρώπων.
10Καὶ προσκαλεσάμενοςa τὸν ὄχλον εἶπενb αὐτοῖς· Ἀκούετεc καὶ συνίετε·d
11οὐ τὸ εἰσερχόμενονa εἰς τὸ στόμα κοινοῖb τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενονc ἐκ τοῦ στόματος τοῦτο κοινοῖd τὸν ἄνθρωπον.
12Τότε προσελθόντεςa οἱ ⸀μαθηταὶ ⸀λέγουσινb αὐτῷ· Οἶδαςc ὅτι οἱ Φαρισαῖοι ἀκούσαντεςd τὸν λόγον ἐσκανδαλίσθησαν;e
13 δὲ ἀποκριθεὶςa εἶπεν·b Πᾶσα φυτείαc ἣν οὐκ ἐφύτευσενd πατήρ μου οὐράνιοςe ἐκριζωθήσεται.f
14ἄφετεa αὐτούς· ⸂τυφλοί εἰσινb ὁδηγοίc τυφλῶν⸃· τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ,d ἀμφότεροιe εἰς βόθυνονf πεσοῦνται.g
15Ἀποκριθεὶςa δὲ Πέτρος εἶπενb αὐτῷ· Φράσονc ἡμῖν τὴν παραβολήν ⸀ταύτην.
16 ⸀δὲ εἶπεν·a Ἀκμὴνb καὶ ὑμεῖς ἀσύνετοίc ἐστε;d
17⸀οὐ νοεῖτεa ὅτι πᾶν τὸ εἰσπορευόμενονb εἰς τὸ στόμα εἰς τὴν κοιλίανc χωρεῖd καὶ εἰς ἀφεδρῶναe ἐκβάλλεται;f
18τὰ δὲ ἐκπορευόμεναa ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται,b κἀκεῖναc κοινοῖd τὸν ἄνθρωπον.
19ἐκ γὰρ τῆς καρδίας ἐξέρχονταιa διαλογισμοὶb πονηροί, φόνοι,c μοιχεῖαι,d πορνεῖαι,e κλοπαί,f ψευδομαρτυρίαι,g βλασφημίαι.h
20ταῦτά ἐστινa τὰ κοινοῦνταb τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοιςc χερσὶν φαγεῖνd οὐ κοινοῖe τὸν ἄνθρωπον.
21Καὶ ἐξελθὼνa ἐκεῖθενb Ἰησοῦς ἀνεχώρησενc εἰς τὰ μέρη Τύρουd καὶ Σιδῶνος.e
22καὶ ἰδοὺ γυνὴ Χαναναίαa ἀπὸ τῶν ὁρίωνb ἐκείνων ἐξελθοῦσαc ⸀ἔκραζενd λέγουσα·e Ἐλέησόνf με, κύριε ⸀υἱὸς Δαυίδ· θυγάτηρg μου κακῶςh δαιμονίζεται.i
23 δὲ οὐκ ἀπεκρίθηa αὐτῇ λόγον. καὶ προσελθόντεςb οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουνc αὐτὸν λέγοντες·d Ἀπόλυσονe αὐτήν, ὅτι κράζειf ὄπισθενg ἡμῶν.
24 δὲ ἀποκριθεὶςa εἶπεν·b Οὐκ ἀπεστάληνc εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλόταd οἴκου Ἰσραήλ.
25 δὲ ἐλθοῦσαa ⸀προσεκύνειb αὐτῷ λέγουσα·c Κύριε, βοήθειd μοι.
26 δὲ ἀποκριθεὶςa εἶπεν·b Οὐκ ἔστινc καλὸν λαβεῖνd τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖνe τοῖς κυναρίοις.f
27 δὲ εἶπεν·a Ναί, κύριε, καὶ γὰρ τὰ κυνάριαb ἐσθίειc ἀπὸ τῶν ψιχίωνd τῶν πιπτόντωνe ἀπὸ τῆς τραπέζηςf τῶν κυρίων αὐτῶν.
28τότε ἀποκριθεὶςa Ἰησοῦς εἶπενb αὐτῇ· c γύναι, μεγάλη σου πίστις· γενηθήτωd σοι ὡς θέλεις.e καὶ ἰάθηf θυγάτηρg αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29Καὶ μεταβὰςa ἐκεῖθενb Ἰησοῦς ἦλθενc παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰςd εἰς τὸ ὄρος ἐκάθητοe ἐκεῖ.
30καὶ προσῆλθονa αὐτῷ ὄχλοι πολλοὶ ἔχοντεςb μεθ’ ἑαυτῶν ⸂κωφούς,c τυφλούς, χωλούς,d κυλλούς⸃,e καὶ ἑτέρους πολλούς, καὶ ἔρριψανf αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ, καὶ ἐθεράπευσενg αὐτούς·
31ὥστε ⸂τὸν ὄχλον⸃ θαυμάσαιa βλέπονταςb κωφοὺςc λαλοῦνταςd ⸂κυλλοὺςe ὑγιεῖς⸃f ⸀καὶ χωλοὺςg περιπατοῦνταςh καὶ τυφλοὺς βλέποντας·i καὶ ἐδόξασανj τὸν θεὸν Ἰσραήλ.
32 δὲ Ἰησοῦς προσκαλεσάμενοςa τοὺς μαθητὰς αὐτοῦ εἶπεν·b Σπλαγχνίζομαιc ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίνd μοι καὶ οὐκ ἔχουσινe τί φάγωσιν·f καὶ ἀπολῦσαιg αὐτοὺς νήστειςh οὐ θέλω,i μήποτεj ἐκλυθῶσινk ἐν τῇ ὁδῷ.
33καὶ λέγουσινa αὐτῷ οἱ ⸀μαθηταί· Πόθενb ἡμῖν ἐν ἐρημίᾳc ἄρτοι τοσοῦτοιd ὥστε χορτάσαιe ὄχλον τοσοῦτον;f
34καὶ λέγειa αὐτοῖς Ἰησοῦς· Πόσουςb ἄρτους ἔχετε;c οἱ δὲ εἶπαν·d Ἑπτά, καὶ ὀλίγα ἰχθύδια.e
35καὶ ⸀παραγγείλαςa ⸂τῷ ὄχλῳ⸃ ἀναπεσεῖνb ἐπὶ τὴν γῆν
36⸀ἔλαβενa τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύαςb ⸀καὶ εὐχαριστήσαςc ἔκλασενd καὶ ⸀ἐδίδουe τοῖς ⸀μαθηταῖς οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις⸃.
37καὶ ἔφαγονa πάντες καὶ ἐχορτάσθησαν,b καὶ ⸂τὸ περισσεῦονc τῶν κλασμάτωνd ἦραν⸃e ἑπτὰ σπυρίδαςf πλήρεις.g
38οἱ δὲ ἐσθίοντεςa ἦσανb τετρακισχίλιοιc ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων.
39καὶ ἀπολύσαςa τοὺς ὄχλους ἐνέβηb εἰς τὸ πλοῖον, καὶ ἦλθενc εἰς τὰ ὅριαd ⸀Μαγαδάν.e